Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.4.1-8.4.4

图路斯的煽动与沃尔斯奇人对罗马宣战

第 582 段,共 962 段 · 希腊语

内容简介

根据元老院的决议,沃尔斯奇人被强行从卡佩纳门驱逐出城。聚集他们的图路斯谴责罗马的无礼并煽动战争。在来自各城市的沃尔斯奇人大会上,通过了对罗马宣战的决议。

§8.4.1ταῦτα τῆς βουλῆς ψηφισαμένης οἱ μὲν ἐκήρυττον διὰ τῶν στενωπῶν διεξιόντες ἀπιέναι Οὐολούσκους ἐκ τῆς πόλεως αὐτίκα μάλα κατὰ μίαν ἅπαντας ἐξιόντας πύλην τὴν καλουμένην Καπυΐνην, ἕτεροι δὲ παρέπεμπον τοὺς ἀπαλλαττομένους ἅμα τοῖς ὑπάτοις·
元老院做出这些决议后,一些人穿过狭窄的街道,宣告沃尔斯奇人必须立即全部从被称为卡佩纳的一座城门离开城市;另一些人则与执政官们一起护送那些离去的人。
ἔνθα μάλιστα ὤφθη, ὅσον αὐτῶν τὸ πλῆθος ἦν καὶ ὡς ἀκμαῖον ἅπαν ὑφʼ ἕνα καιρὸν καὶ κατὰ μίαν ἐξιόντων πύλην.
正是在他们于同一时间、从同一座城门走出去的时候,他们的数量之多以及他们全员是多么强健,才显得最为清楚。
πρῶτος δʼ αὐτῶν ὁ Τύλλος ἐξῄει διὰ ταχέων καὶ καταλαβὼν οὐ πρόσω τῆς πόλεως τόπον ἐπιτήδειον ἐν τούτῳ τοὺς ὑστεροῦντας ἀνελάμβανεν.
图路斯是他们中第一个迅速出城的,他在离城不远的地方占据了一个合适的位置,并在那里接纳那些落后的人。
§8.4.2ἐπειδὴ δὲ πάντες συνήχθησαν, ἐκκλησίαν ποιησάμενος πολλῇ καταβοῇ τῆς Ῥωμαίων πόλεως ἐχρήσατο, δεινὴν καὶ ἀφόρητον ἀποφαίνων τὴν ὕβριν, ἣν ὑβρισμένοι πρὸς αὐτῶν ἦσαν Οὐολοῦσκοι μόνοι τῶν ἄλλων ξένων ἐξελασθέντες ἐκ τῆς πόλεως·
当所有人聚集在一起后,他召开了大会,对罗马城进行了强烈的谴责,指出沃尔斯奇人作为所有其他外国人中唯一被驱逐出城的人,所遭受的来自他们(罗马人)的侮辱是多么可怕和难以容忍。
καὶ λέγειν ἠξίου ταῦτα πρὸς τὴν ἑαυτοῦ πόλιν ἕκαστον καὶ πράττειν, ὅπως παύσωνται τῆς ὕβρεως Ῥωμαῖοι δίκας παρασχόντες τῆς παρανομίας.
他要求每个人向自己的城市报告这些情况并采取行动,以便罗马人为其违法行为付出代价,从而停止这种侮辱。
ταῦτʼ εἰπὼν καὶ παραθήξας ἀνθρώπους ἀγανακτοῦντας ἐπὶ τῷ πάθει διέλυσε τὴν ἐκκλησίαν.
说完这些话,并进一步煽动了那些对这一遭遇感到愤慨的人们的怒火之后,他宣布解散大会。
§8.4.3ὡς δʼ ἀπαλλαγέντες εἰς τὰς ἑαυτῶν ἕκαστοι πατρίδας ἐδήλωσαν τοῖς ἄλλοις τὸν προπηλακισμὸν ἐπὶ μεῖζον ἐξαίροντες τὰ γενόμενα, ἠγανάκτει τε πᾶσα πόλις καὶ κατέχειν τὴν ὀργὴν οὐκ ἠδύνατο·
当他们离去并各自回到自己的家乡时,他们将所受的侮辱向其他人说明,并夸大了所发生的事情;所有的城市都大为愤怒,无法抑制怒火。
διαπρεσβευομένη δʼ ἄλλη πρὸς ἄλλην εἰς μίαν ἀγορὰν ἅπαντας ἠξίου Οὐολούσκους συνιέναι, ἵνα κοινῇ χρήσαιντο γνώμῃ περὶ τοῦ πολέμου.
它们通过互相派遣使节,要求所有沃尔斯奇人都聚集在一个共同的集会上,以便就战争共同做出决定。
§8.4.4ἐγίνετο δὲ ταῦτα τοῦ Τύλλου μάλιστʼ ἐνάγοντος, καὶ συνῄεσαν ἐξ ἁπάσης πόλεως οἵ τʼ ἐν τοῖς τέλεσι καὶ πολὺς ἄλλος ὄχλος εἰς τὴν Ἐχετρανῶν πόλιν· αὕτη γὰρ ἐδόκει ἐν καλλίστῃ κεῖσθαι συνόδῳ ταῖς ἄλλαις ἡ πόλις.
这些事是在图路斯的大力促动下进行的,来自各城市的官员以及许多其他群众都聚集到了埃克特拉人的城市;因为这座城市似乎处于与其他城市举行会议最便利的地理位置。
ῥηθέντων δὲ πολλῶν λόγων, οὓς εἶπον οἱ δυναστεύοντες ἐν ἑκάστῃ πόλει, ψῆφος ἀνεδόθη τοῖς παροῦσι, καὶ ἦν ἡ νικῶσα γνώμη κινεῖν τὸν πόλεμον, ὡς Ῥωμαίων ἀρξάντων τῆς περὶ τὰς σπονδὰς παρανομίας.
在各城市的权贵们发表了许多讲话后,与会者进行了投票,占优势的意见是发动战争,理由是罗马人首先开始了对条约的违法侵犯。

词汇与语法注释

  1. 8.4.1ἀπιέναι — 不定式 `ἀπιέναι` 表示宣告者们(`οἱ μὲν`)所宣布的(`ἐκήρυττον`)内容,宾格 `Οὐολούσκους` 作其逻辑主语。
  2. 8.4.1ἔνθα μάλιστα ὤφθη, ὅσον αὐτῶν τὸ πλῆθος ἦν — 被动语态动词 `ὤφθη`(单数第三人称)的语法主语是其后紧跟的两个间接疑问从句:`ὅσον αὐτῶν τὸ πλῆθος ἦν` 和 `καὶ ὡς ἀκμαῖον ἅπαν`。
  3. 8.4.2ἣν ὑβρισμένοι πρὸς αὐτῶν ἦσαν — `ὑβρισμένοι ... ἦσαν` 是动词 `ὑβρίζω`(侮辱)的被动完成时复数第三人称(迂言式)。关系代词 `ἣν` 指代先行词 `τὴν ὕβριν`。`πρὸς αὐτῶν` 表示被动语态中的施事者(罗马人)。
  4. 8.4.4ἐν καλλίστῃ κεῖσθαι συνόδῳ — `συνόδῳ` 在此不仅指抽象的“会议”,还指地理上的“交通交汇处、便于会合的地点”。`ταῖς ἄλλαις`(对其他城市而言)是关系与格。
  5. 8.4.4ὡς Ῥωμαίων ἀρξάντων — 伴有 `ὡς` 的属格独立结构(`Ῥωμαίων ἀρξάντων`)表示行为者(此处为沃尔斯奇人)所主张的主观原因(“因为罗马人首先开始了……”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.4.1-8.4.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.4.1-8.4.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。