Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.6.1-8.6.4

马尔基乌斯叙述不公审判与流亡始末

第 584 段,共 962 段 · 希腊语

内容简介

马尔基乌斯叙述了护民官如何为了清除他而设下不公的民众审判,以及他在充满敌意的群众中因无辜而仅以两票之差被定罪;随后,他解释了自己投奔沃尔斯奇人以求复仇的缘由。

§8.6.1ταῦθʼ ὁρῶντες οἱ πονηρότατοι τοῦ πλήθους ἐκεῖνοι προστάται πρώτους ἔγνωσαν ἡμᾶς τοὺς φανερώτατα ἐναντιουμένους σφίσιν ἐκποδὼν ποιήσασθαι, οὐχ ἅμʼ ἀμʼ ἀμφοτέροις ἐπιχειρήσαντες, ἵνα μὴ ἐπίφθονόν τε καὶ βαρὺ τὸ πρᾶγμα γένηται, ἀλλʼ ἀπʼ ἐμοῦ τοῦ νεωτέρου τε καὶ εὐμεταχειριστοτέρου ἀρξάμενοι.
“看到这些,民众中那些最邪恶的领袖首先决定清除我们这两个最公开反对他们的人。 为了不让这件事情引起公愤并变得棘手,他们没有同时对我们两人下手,而是从更年轻、更容易对付的我开始。
τὸ μὲν οὖν πρῶτον ἄκριτόν με ἐπεχείρησαν ἀπολέσαι, ἔπειτʼ ἔκδοτον παρὰ τῆς βουλῆς ἠξίουν ἐπὶ θανάτῳ λαβεῖν·
因此,最初他们企图在不经审判的情况下消灭我,接着他们要求元老院将我交出以处死。
ἀποτυχόντες δʼ ἀμφοτέρων προὐκαλέσαντο ἐπὶ δίκην, ἣν αὐτοὶ δικάσειν ἔμελλον, τυραννίδος ἐπιβαλόντες αἰτίαν.
但在两方面都失败后,他们将我传唤到一个由他们自己担任法官的审判中,并强加给我企图僭主统治的罪名。
§8.6.2καὶ οὐδὲ τοῦτʼ ἔμαθον, ὅτι δήμῳ τύραννος οὐδεὶς πολεμεῖ μετὰ τῶν ἀρίστων συστάς, ἀλλὰ τἀναντία μετὰ τοῦ δήμου τὸ κράτιστον ἐκ τῆς πόλεως ἀναιρεῖ μέρος·
他们甚至连这一点都不明白:没有任何一个僭主会与最优秀的人联合起来与民众作战,相反,他是与民众联合起来消灭城邦中最优秀的部分。
δικαστήριόν τʼ οὐχ ὅπερ ἦν πάτριον ἀπέδωκάν μοι τὴν λοχῖτιν καλέσαντες ἐκκλησίαν, ἀλλʼ ὃ πάντες ὁμολογοῦσι πονηρότατον εἶναι καὶ ἐπʼ ἐμοῦ πρώτου καὶ μόνου γενόμενον, ἐν ᾧ πλέον ἔχειν ἔμελλον οἱ θῆτες καὶ ἀνέστιοι καὶ τοῖς ἀλλοτρίοις ἐπιβουλεύοντες βίοις τῶν ἀγαθῶν καὶ δικαίων καὶ τὰ §8.6.3κοινὰ σώζεσθαι βουλομένων.
他们也没有召集祖传的百人组会来给予我审判,而是采用了一种众人皆公认最为邪恶、且首创于我并仅适用于我的审判方式。 在这种审判中,雇农、无家可归者以及图谋他人财产的人,比善良、正直且希望公共福利得以保存的人拥有更大的话语权。
τοσοῦτο δʼ ἄρα μοι περιῆν τοῦ μηδὲν ἀδικεῖν, ὥστʼ ἐν ὄχλῳ κρινόμενος, οὗ τὸ πλέον μισόχρηστον ἦν καὶ διὰ τοῦτʼ ἐχθρὸν ἐμοί, δυσὶ μόνον ἑάλων ψήφοις ἀποτιθεμένων τὴν ἐξουσίαν τῶν δημάρχων, εἰ μὴ καταδικασθείην ἐγώ, καὶ τὰ ἔσχατα πείσεσθαι πρὸς ἐμοῦ λεγόντων καὶ πάσῃ σπουδῇ καὶ προθυμίᾳ παρὰ τὸν ἀγῶνα κατʼ ἐμοῦ χρησαμένων.
然而,我的无罪是如此显而易见,以至于尽管我在一群大多数人憎恨美德并因此对我充满敌意的群众中接受审判,我仅以两票之差被定罪。 而且,这还是在护民官们宣称如果我不被判罪他们就将辞去职务、并声称他们将从我这里遭受最惨重的报复,且在诉讼过程中倾尽全力和热情来反对我的情况下发生的。
§8.6.4τοιαῦτα δὴ πεπονθὼς ἐγὼ πρὸς τῶν ἐμαυτοῦ πολιτῶν ἀβίωτον ἡγησάμην τὸν λοιπὸν ἔσεσθαί μοι βίον, εἰ μὴ λάβοιμι παρʼ αὐτῶν δίκας·
遭受了我自己公民的如此对待,我认为如果不向他们复仇,我余下的生命将不再值得活下去。
καὶ διὰ τοῦτʼ ἐξόν μοι ζῆν ἀπραγμόνως, εἴτʼ ἐν ταῖς Λατίνων πόλεσιν ἠβουλόμην κατὰ τὸ συγγενές, εἴτʼ ἐν ταῖς νεοκτίστοις, ἅς οἱ πατέρες ἡμῶν ἀπῴκισαν, οὐκ ἠβουλήθην, ἐφʼ ὑμᾶς δὲ κατέφυγον, οὓς ἠπιστάμην πλεῖστά θʼ ὑπὸ Ῥωμαίων ἠδικημένους καὶ μάλιστʼ αὐτοῖς ἀπεχθομένους, ἵνα κοινῇ μεθʼ ὑμῶν τιμωρησαίμην αὐτούς, ὅση μοι δύναμις, λόγοις τʼ, ἔνθα δεῖ λόγων, καὶ ἔργοις, ὅταν ἔργων δέῃ.
因此,虽然我本可以无忧无虑地生活——无论是在拉丁人的城市里(如果我愿意,按照亲缘关系),还是在我们父辈开拓的新兴殖民城市里,但我都不愿意这样做,而是投奔了你们。 因为我知道你们被罗马人侵害最深,对他们也最切齿痛恨,以便我能与你们一起,尽我最大的力量,在需要言语的地方用言语,在需要行动的时候用行动,来惩罚他们。
χάριν τε τὴν μεγάλην ὑμῖν οἶδα τῆς θʼ ὑποδοχῆς μου καὶ ἔτι μᾶλλον τῆς τιμῆς, ᾗ με τιμᾶτε οὐθὲν οὔτε μνησικακήσαντες οὔθʼ ὑπολογισάμενοι ὧν ὑπʼ ἐμοῦ πολεμίου ποτὲ ὄντος ἐπάθετε κατὰ τοὺς πολέμους.
我非常感激你们对我的收留,更感激你们给予我的这份荣耀;你们没有怀恨在心,也没有计较过去我作为敌人时,你们在战争中因我而遭受的任何痛苦。 ”

词汇与语法注释

  1. 8.6.1οὐχ ἅμʼ ἀμʼ ἀμφοτέροις — 这很可能是抄本传承过程中的重字错误(dittography),原本意为 `οὐχ ἅμα ἀμφοτέροις`(并非同时针对两人)。
  2. 1516δικαστήριόν τʼ οὐχ ὅπερ ἦν πάτριον ἀπέδωκάν μοι τὴν λοχῖτιν καλέσαντες ἐκκλησίαν — 意为“他们没有通过召集百人组会来给予我祖传的审判”。`τὴν λοχῖτιν... ἐκκλησίαν` 是 `καλέσαντες`(召集)的宾语,整个分词短语表示 `ἀπέδωκαν`(给予)的方式或手段。
  3. 1516τοσοῦτο δʼ ἄρα μοι περιῆν τοῦ μηδὲν ἀδικεῖν — 动词 `περίειμι` 在此表示“在……中胜出、绰绰有余”,支配属格 `τοῦ μηδὲν ἀδικεῖν`(不犯任何过错)。字面意思是“在无罪方面我有如此多的盈余”(即“我的无罪是如此显而易见”),并引出后面由 `ὥστε` 引导的结果从句。
  4. 1516ἀποτιθεμένων τὴν ἐξουσίαν τῶν δημάρχων, εἰ μὴ καταδικασθείην ἐγώ — 属格绝对结构。名词 `τῶν δημάρχων` 由并列的分词 `ἀποτιθεμένων`、`λεγόντων` 和 `χρησαμένων` 修饰。条件从句 `εἰ μὴ καταδικασθείην ἐγώ`(希求法,表示其主观威胁)表达了护民官们声明的内容:“如果我不被定罪”。
  5. 1517ἐξόν μοι ζῆν ἀπραγμόνως — 采用非人称动词 `ἔξεστι`(可以、可能)的中性单数宾格分词 `ἐξόν` 的宾格绝对结构(Accusative Absolute)。在此表示让步(“尽管我本可以无忧无虑地生活”),与主句动词 `οὐκ ἠβουλήθην`(我不愿意)相连。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.6.1-8.6.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.6.1-8.6.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。