Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.44.1-8.44.4

妇女们的出发与马尔基乌斯敬迎其母

第 622 段,共 962 段 · 希腊语

内容简介

黎明时分,罗马妇女陪同维图里娅出发;当马尔基乌斯在敌营附近迎接她们时,出于对母亲的敬重,他下令撤去自己作为将领的标识。

§8.44.1ὅτε δʼ ἤδη περὶ τὸν ὄρθρον ἦν, αἱ μὲν γυναῖκες ἄγουσαι τὰ παιδία μετὰ λαμπάδων ἧκον ἐπὶ τὴν οἰκίαν καὶ παραλαβοῦσαι τὴν Οὐετουρίαν προῆγον ἐπὶ τὰς πύλας·
当已经接近黎明时分,妇女们带着孩子们,拿着火炬来到那所房子,接上维图里娅后,便向城门走去。
οἱ δʼ ὕπατοι ζεύγη τε ὀρικὰ καὶ ἀμάξας καὶ τἆλλα φορεῖα ὡς πλεῖστα παρασκευασάμενοι καθεζομένας αὐτὰς προὔπεμπον ἄχρι πολλοῦ.
执政官们准备了骡车、马车以及尽可能多的其他轿舆,在她们坐上车后送了很远。
παρηκολούθουν δʼ αὐταῖς οἵ τʼ ἐκ τοῦ συνεδρίου καὶ τῶν ἄλλων πολιτῶν συχνοὶ σὺν εὐχαῖς καὶ ἐπαίνοις καὶ δεήσεσι τὴν ἔξοδον ἐπιφανεστέραν αὐταῖς ποιοῦντες.
元老院议员和其他许多公民也随行,用祈祷、赞美和哀求,使她们的出发行程显得更加荣耀。
§8.44.2ὡς δʼ εὐσύνοπτοι πόρρωθεν ἔτι προσιοῦσαι τοῖς ἐκ τοῦ χάρακος αἱ γυναῖκες ἐγένοντο, πέμπει τῶν ἱππέων τινὰς ὁ Μάρκιος κελεύσας μαθεῖν, τίς ἐστιν ὁ προσιὼν ὄχλος ἐκ τῆς πόλεως, καὶ ἐπὶ τί παραγένοιντο.
当妇女们从远处走近、军营里的人能清楚望见她们时,马尔基乌斯派出了几名骑兵,命令他们去查明这群从城里来的人是谁,以及他们为何而来。
μαθὼν δὲ παρʼ αὐτῶν, ὅτι Ῥωμαίων αἱ γυναῖκες ἥκουσιν ἐπαγόμεναι παιδία, προηγεῖται δʼ αὐτῶν ἥ τε μήτηρ καὶ ἡ γυνὴ αὐτοῦ καὶ τὰ τέκνα, πρῶτον μὲν ἐθαύμασε τῆς τόλμης τὰς γυναῖκας, εἰ γνώμην ἔσχον εἰς χάρακα πολεμίων ἄτερ ἀνδρῶν φυλακῆς ἐλθεῖν ἄγουσαι τὰ τέκνα, οὔτʼ αἰδοῦς ἔτι τῆς ἁρμοττούσης γυναιξὶν ἐλευθέραις καὶ σώφροσι προνοούμεναι τὸ μὴ ἐν ἀνδράσιν ἀσυνήθεσιν ὁρᾶσθαι, οὔτε κινδύνων λαβοῦσαι δέος, οὓς ἀναρριπτεῖν ἔμελλον, εἰ τὰ συμφέροντα πρὸ τῶν δικαίων ἑλομένοις σφίσι, δόξειε κέρδος §8.44.3αὐτὰς ποιήσασθαι καὶ ὠφέλειαν.
他从骑兵那里得知,来的是罗马的妇女,她们带着孩子们,且他的母亲、妻子和孩子们正走在她们的最前面。 起初,他对这些妇女的胆量感到十分惊讶,因为她们竟下定决心在没有男子护卫的情况下,带着孩子们来到敌人的军营,既不再顾及自由和端庄妇女所应有的、免于在陌生男人面前露面的羞怯,也没有对她们即将面临的危险产生恐惧——毕竟,如果对于那些重利轻义的人来说,将她们扣留作为利益和好处似乎是值得的话。
ἐπεὶ δʼ ἀγχοῦ ἦσαν, ὑπαντᾶν τῇ μητρὶ προελθὼν ἐκ τοῦ χάρακος ἔγνω σὺν ὀλίγοις, τούς τε πελέκεις, οὓς προηγεῖσθαι τῶν στρατηγῶν ἔθος ἦν, ἀποθέσθαι κελεύσας τοῖς ὑπηρέταις, καὶ τὰς ῥάβδους, ὅταν ἐγγὺς τῆς μητρὸς γένηται, καταστεῖλαι.
当她们走近时,他决定带着几个人走出军营去迎接他的母亲,并命令他的随从们放下按惯例应在将领前面引导的斧头,并且在接近母亲时将木棒低垂。
§8.44.4ταῦτα δὲ Ῥωμαίοις ἐστὶ ποιεῖν ἔθος, ὅταν ὑπαντῶσι ταῖς μείζοσιν ἀρχαῖς οἱ τὰς ἐλάττους ἀρχὰς ἔχοντες, ὡς καὶ μέχρι τοῦ καθʼ ἡμᾶς χρόνου γίνεται·
这是罗马人的习俗:当担任较低官职的人遇到拥有较高官职的人时,便要这样做,这一做法甚至一直延续到我们的时代。
ἣν δὴ τότε συνήθειαν φυλάττων ὁ Μάρκιος, ὡς ἐξουσίᾳ μείζονι μέλλων. εἰς ταὐτὸν ἥξειν, πάντʼ ἀπέθετο τὰ τῆς ἰδίας παράσημα ἀρχῆς.
马尔基乌斯当时正是遵守了这一习惯,因为他即将与更高的权威相遇,于是卸下了自己官职的所有标识。
τοσαύτη περὶ αὐτὸν ἦν αἰδὼς καὶ πρόνοια τῆς πρὸς τὸ γένος εὐσεβείας.
他对家族的敬虔有着如此巨大的敬畏和顾虑。

词汇与语法注释

  1. 8.44.2εἰ τὰ συμφέροντα πρὸ τῶν δικαίων ἑλομένοις σφίσι, δόξειε κέρδος αὐτὰς ποιήσασθαι καὶ ὠφέλειαν — 该条件句结构较为复杂。间接反身代词 σφίσι(与格)指代主句的主语马尔基乌斯(及其率领的沃尔斯奇人),与分词 ἑλομένοις(“选择”)一致。δόξειε(祈愿法过去时)因主句动词为过去时(ἐθαύμασε)而在间接引语中采用。中动相不定式 ποιήσασθαι 意为“为了自己而占有(即扣作人质)”,其中 αὐτὰς 是其直接宾语,κέρδος καὶ ὠφέλειαν 为其宾语补足语。
  2. 8.44.4ὡς ἐξουσίᾳ μείζονι μέλλων εἰς ταὐτὸν ἥξειν — ὡς 连同分词(μέλλων)表示主观原因(“因为他将要……”)。短语 εἰς ταὐτὸν ἥξειν 是表示“来到同一个地方”或“相遇”的惯用表达,相遇的对象(即“更高的权威”,指其母亲)由与格 ἐξουσίᾳ μείζονι 表示。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.44.1-8.44.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.44.1-8.44.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。