Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.43.1-8.43.7

维图里娅应允出使与元老院准行

第 621 段,共 962 段 · 希腊语

内容简介

维图里娅在妇女们的热切哀求下同意担任使节,罗马元老院经过激烈辩论,最终批准她们出发,并命令公民前往送行。

§8.43.1παυσαμένης δʼ αὐτῆς τοσοῦτος ὀδυρμὸς ἐκ τῶν παρουσῶν γυναικῶν ἐγένετο, καὶ τηλικαύτη κατέσχε τὸν οἶκον οἰμωγή, ὥστʼ ἐπὶ πολὺ ἐξακουσθῆναι τῆς πόλεως τὴν βοὴν καὶ μεστοὺς γενέσθαι τοὺς ἐγγὺς τῆς οἰκίας στενωποὺς ὄχλου.
当她停止说话时,在场的妇女中爆发出了巨大的哀号,极大的痛哭声笼罩了这所房子,以至于呼喊声传到了城内很远的地方,房子附近的巷子也挤满了人群。
§8.43.2ἔπειθʼ ἥ τε Οὐαλερία πάλιν ἑτέρας ἐξέτεινε μακρὰς καὶ συμπαθεῖς δεήσεις, αἵ τʼ ἄλλαι γυναῖκες αἱ κατὰ φιλίαν ἢ συγγένειαν ἑκατέρᾳ τῶν γυναικῶν προσήκουσαι, καὶ παρέμενον λιπαροῦσαί τε καὶ γονάτων ἁπτόμεναι, ὥστʼ οὐκ ἔχουσα, ὅ τι πάθῃ πρὸς τοὺς ὀδυρμοὺς αὐτῶν καὶ τὰς πολλὰς δεήσεις, εἶξεν ἡ Οὐετουρία καὶ τελέσειν τὴν πρεσβείαν ὑπὲρ τῆς πατρίδος ὑπέσχετο τήν τε γυναῖκα τοῦ Μαρκίου παραλαβοῦσα καὶ τὰ τέκνα καὶ τῶν ἄλλων πολιτίδων τὰς βουλομένας.
随后,瓦莱里娅再次进行了其他漫长而令人动容的恳求,其他因友情或亲属关系而与这两位妇女中的任何一位有联系的妇女们也留在身边,热切恳求并抚摸她们的膝盖,以至于维图里娅面对她们的哀号和多次恳求不知如何是好,最终妥协,并答应为祖国执行使节的任务,她带上了马尔基乌斯的妻子、孩子们以及其他女公民中自愿前往的人。
§8.43.3αἱ μὲν δὴ περιχαρεῖς γενόμεναι καὶ τοὺς θεοὺς ἐπικαλεσάμεναι συλλαβέσθαι σφίσι τῆς ἐλπίδος ἀπῄεσαν ἐκ τῆς οἰκίας καὶ προσήγγειλαν τὰ γενόμενα τοῖς ὑπάτοις·
她们欣喜万分,祈求神明帮助她们实现希望,随后离开了这所房子,并将发生的事情报告给了执政官。
οἱ δὲ τὴν προθυμίαν αὐτῶν ἐπαινέσαντες συνεκάλουν τὴν βουλὴν καὶ περὶ τῆς ἐξόδου τῶν γυναικῶν, εἰ συγχωρητέον αὐταῖς, γνωμηδὸν ἐπυνθάνοντο.
执政官们赞扬了她们的热忱,召集了元老院,并逐一征求关于是否应准许妇女们出发的意见。
πολλοὶ μὲν οὖν ἐλέχθησαν καὶ παρὰ πολλῶν λόγοι, καὶ μέχρι τῆς ἑσπέρας διετέλεσαν ὅ τι χρὴ ποιεῖν βουλευόμενοι.
为此,许多人发表了许多言论,他们一直商议到傍晚该如何行事。
§8.43.4οἱ μὲν γὰρ οὐ μικρὸν ἀπέφαινον εἶναι τῇ πόλει κινδύνευμα γυναῖκας ἅμα τέκνοις εἰς πολεμίων στρατόπεδον πορευομένας ἐᾶσαι·
因为一些人表明,允许妇女和孩子们一同前往敌人的营地,对城市来说是不可忽视的危险。
εἰ γὰρ αὐτοῖς ὑπεριδοῦσι τῶν νενομισμένων ὁσίων περί τε πρεσβείας καὶ ἱκεσίας δόξειε μηκέτι προίεσθαι τὰς γυναῖκας, ἀμαχητὶ σφῶν ἁλώσεσθαι τὴν πόλιν·
如果敌人在无视关于使节和祈求的既定神圣法律的情况下,决定不再放还这些妇女,那么他们的城市将不战而降。
ἠξίουν τʼ αὐτὰς μόνον ἐᾶσαι τὰς προσηκούσας τῷ Μαρκίῳ γυναῖκας ἅμα τοῖς τέκνοις αὐτοῦ πορευομένας.
因此,他们要求只允许与马尔基乌斯有亲属关系的妇女们与他的孩子们一同前往。
ἕτεροι δʼ οὐδὲ ταύταις ᾤοντο δεῖν ἐπιτρέπειν τὴν ἔξοδον, ἐπιμελῶς δὲ καὶ ταύτας παρῄνουν φυλάττειν, ὅμηρα νομίσαντας ἔχειν παρὰ τῶν πολεμίων ἐχέγγυα τοῦ μηδὲν τὴν πόλιν ἀνήκεστον ὑπʼ
而另一些人则认为连这些人也不应该被允许出发,并建议严密看守她们,将她们视为来自敌人的质押,作为城市不会受到他们毁灭性伤害的保证。
§8.43.5αὐτῶν παθεῖν. οἱ δὲ πάσαις συνεβούλευον συγχωρῆσαι ταῖς βουλομέναις γυναιξὶ τὴν ἔξοδον, ἵνα σὺν μείζονι ἀξιώματι αἱ τῷ Μαρκίῳ προσήκουσαι ποιήσωνται τὴν ὑπὲρ τῆς πατρίδος δέησιν.
但还有一些人建议准许所有自愿的妇女出发,以便让与马尔基乌斯有亲属关系的妇女们能以更大的威严为祖国进行恳求。
τοῦ δὲ μηθὲν αὐταῖς συμβήσεσθαι δεινὸν ἐγγυητὰς ἀπέφαινον ἐσομένους θεοὺς μὲν πρῶτον, οἷς καθοσιωθεῖσαι τὰς ἱκεσίας ποιήσονται· ἔπειτα τὸν ἄνδρα αὐτόν, πρὸς ὃν ἔμελλον πορεύεσθαι, §8.43.6πάσης ἀδίκου τε καὶ ἀνοσίου πράξεως καθαρὸν καὶ ἀμίαντον ἐσχηκότα τὸν βίον.
他们指出,保证她们不会遇到任何危险的担保人,首先是神明,她们在向其奉献自身后将进行祈求;其次是她们将前往拜访的那个人本身,他一直保持着自己的生活清洁,不染任何不义与不虔的行径。
ἐνίκα δʼ ὅμως ἡ συγχωροῦσα γνώμη ταῖς γυναιξὶ τὴν ἔξοδον μέγιστον ἀμφοῖν ἐγκώμιον ἔχουσα, τῆς μὲν βουλῆς τοῦ φρονίμου, ὅτι τὰ κράτιστα καὶ γενησόμενα προείδετο οὐδὲν ὑπὸ τοῦ κινδύνου τηλικοῦδε ὄντος ἐπιταραχθεῖσα· τοῦ δὲ Μαρκίου τῆς εὐσεβείας, ὅτι πολέμιος ὤν ἐπιστεύετο μηδὲν ἀσεβήσειν εἰς τὸ ἀσθενέστατον τῆς πόλεως μέρος κύριος αὐτοῦ καταστάς.
然而,准许妇女们出发的意见最终占了上风,这包含了对双方的极大赞美:一方面是对元老院明智的赞美,因为元老院在面临如此巨大的危险时毫无动摇,预见到了最妥善的办法和未来的发展;另一方面是对马尔基乌斯虔敬的赞美,因为他虽为敌人,但人们信任他在成为城市最脆弱部分的掌控者时,绝不会做出任何不虔之事。
§8.43.7ὡς δὲ τὸ προβούλευμα ἐγράφη, προελθόντες οἱ ὕπατοι εἰς τὴν ἀγορὰν καὶ συναγαγόντες ἐκκλησίαν σκότους ὄντος ἤδη τὰ δόξαντα τῷ συνεδρίῳ διεσάφησαν καὶ προεῖπον ἥκειν ἅπαντας ἕωθεν ἐπὶ τὰς πύλας προπέμψοντας ἐξιούσας τὰς γυναῖκας·
当元老院决议草案拟定后,执政官们走向广场,并在夜幕已经降临时召集了公民大会,说明了元老院的决定,并通知大家黎明时分前往城门,送别出发的妇女们。
αὐτοὶ δὲ τῶν κατεπειγόντων ἔλεγον ἐπιμελήσεσθαι.
而他们自己则表示将处理紧迫的事务。

词汇与语法注释

  1. 8.43.2οὐκ ἔχουσα, ὅ τι πάθῃ — 意为“不知如何是好”或“不知所措”。否定形式的 ἔχω 加上关系/疑问代词(此处为 ὅ τι)再接虚拟语气(此处为疑虑虚拟语气 ὅ τι πάθῃ),是表示陷入困境、无计可施的常见惯用句型。此处的 πάσχω 含有“如何应对事态”的意思。
  2. 8.43.4ὅμηρα νομίσαντας ἔχειν — 分词 νομίσαντας(宾格、复数、阳性)与不定式 φυλάττειν(“监视”)的省略主语(即被劝告去执行监视任务的执政官或公民)保持一致,而非主句动词 παρῄνουν(“他们建议”)的主语(部分元老院议员)。
  3. 8.43.5τοῦ δὲ μηθὲν αὐταις συμβήσεσθαι δεινὸν — 带冠词的不定式短语 τοῦ ... συμβήσεσθαι(将来时不定式)为属格,修饰其后的名词 ἐγγυητάς(“保证人”),构成限制性属格(“关于……的保证人”)。该不定式的逻辑主语是 μηθὲν δεινόν(“任何可怕的事”)。
  4. 8.43.6τῆς μὲν βουλῆς τοῦ φρονίμου — 说明性/同格属格,具体解释前面的 ἀμφοῖν ἐγκώμιον(“对两者的赞辞”)。前半句“元老院的明智”采用“名词(βουλῆς)+ 中性名词化形容词(τοῦ φρονίμου)”,后半句“马尔基乌斯的虔敬”则采用“专有名词(Μαρκίου)+ 抽象名词(τῆς εὐσεβείας)”,结构对称中带有变化。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.43.1-8.43.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.43.1-8.43.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。