§8.45.1ἐπεὶ δὲ σύνεγγυς ἀλλήλων ἐγένοντο, πρώτη μὲν αὐτῷ δεξιωσομένη προσῆλθεν ἡ μήτηρ πένθιμά τʼ ἠμφιεσμένη τρύχη καὶ τὰς ὁράσεις ἐκτετηκυῖα ὑπὸ τῶν δακρύων, ἐλεεινὴ σφόδρα.
当他们彼此接近时,母亲首先向他走来准备与他相认,她身穿丧服的破衣烂衫,双眼因泪水而哭坏,显得极其可怜。
ἣν ὁ Μάρκιος ἰδὼν ἄτεγκτος τέως καὶ στερρός, οἷος ἅπασι τοῖς ἀνιαροῖς ἀντέχειν, οὐθὲν ἔτι τῶν λελογισμένων φυλάττειν ἱκανὸς ἦν, ἀλλʼ ᾤχετο φερόμενος ὑπὸ τῶν παθῶν ἐπὶ τὸ ἀνθρώπινον, καὶ περιβαλὼν αὐτὴν ἠσπάζετο καὶ ταῖς ἡδίσταις φωναῖς ἀνεκάλει καὶ μέχρι πολλοῦ κλαίων τε καὶ περιέπων κατεῖχεν ἐκλελυμένην καὶ ῥέουσαν ἐπὶ τὴν γῆν.
此前一直不屈而坚强、足以抵抗一切痛苦的马尔基乌斯,一见到她,便再也无法保持任何理性的克制,而是任凭感情支配,彻底倒向了人之常情;他紧紧抱住她,与她亲吻,用最亲切的话语呼唤她,并长时间地哭泣着、抚慰着她,扶住她那虚脱而瘫软倒向地面的身体。
ὡς δὲ τῶν ἀσπασμῶν τῆς μητρὸς ἅλις εἶχε, τὴν γυναῖκα προσελθοῦσαν δεξιωσάμενος ἅμα τοῖς τέκνοις εἶπεν· §8.45.2ἀγαθῆς γυναικὸς ἔργον ἐποίησας, ὦ Οὐολουμνία, μείνασα παρὰ τῇ μητρί μου καὶ οὐκ ἐγκαταλιποῦσα τὴν ἐρημίαν αὐτῆς ἔμοιγε πασῶν ἡδίστην κεχάρισαι δωρεάν.
当与母亲的拥抱满足之后,他向走上前的妻子及孩子们致意,并说道: “沃尔姆尼娅,你留在我母亲身边,没有在她孤独无依时抛弃她,你尽到了一个好妻子的职责;你送给了我一份在所有人看来最令人愉悦的礼物。
μετὰ ταῦτα τῶν παιδίων ἑκάτερον προσαγόμενος καὶ τοὺς προσήκοντας ἀσπασμοὺς ἀποδούς, ἐπέστρεψεν αὖθις πρὸς τὴν μητέρα καὶ λέγειν ἐκέλευσε, τίνος δεομένη πάρεστιν.
”此后,他把两个孩子轮流拉到身边,给予了应有的拥抱,然后再次转身面对母亲,请她说明来此请求何事。
ἡ δὲ πάντων ἀκουόντων ἔφησεν ἐρεῖν, οὐθενὸς γὰρ ἀνοσίου δεήσεσθαι, παρεκάλει τʼ αὐτόν, ἐν ᾧ καθεζόμενος εἰώθει χωρίῳ §8.45.3δικάζειν τοῖς ὄχλοις, ἐν τούτῳ καθίσαι.
母亲则表示她要在众人听得到的地方说,因为她绝不会请求任何不义之事,并请他坐到他平日习惯坐着为群众裁决案件的那个地方。
καὶ ὁ Μάρκιος ἀσμένως τὸ ῥηθὲν ἐδέξατο ὡς δὴ περιουσίᾳ τε πολλῇ τῶν δικαίων πρὸς τὴν ἔντευξιν αὐτῆς χρησόμενος καὶ ἐν καλῷ ποιούμενος τοῖς ὄχλοις τὴν ἀπόκρισιν.
马尔基乌斯欣然接受了这个提议,因为他认为自己在面对母亲的陈请时拥有充足的正义立场,且认为向群众展示自己的回答是个好机会。
ἐλθὼν δʼ ἐπὶ τὸ στρατηγικὸν βῆμα πρῶτον μὲν ἐκέλευσε τοῖς ὑπηρέταις καθελεῖν ἀπʼ αὐτοῦ τὸν δίφρον καὶ θεῖναι χαμαί, μητρὸς ὑψηλότερον οὐκ οἰόμενος δεῖν τόπον ἔχειν, οὐδʼ ἐξουσίᾳ χρῆσθαι κατʼ ἐκείνης οὐδεμιᾷ·
走到将领的讲台前,他首先命令随从将椅子从讲台上拿下来放到地上,认为自己不应当坐在比母亲更高的位置上,也不应当对她行使任何权威。
ἔπειτα παρακαθισάμενος τοὺς ἐπιφανεστάτους τῶν θʼ ἡγεμόνων καὶ λοχαγῶν, καὶ τῶν ἄλλων ἐάσας παρεῖναι τὸν βουλόμενον, ἐκέλευσε τὴν μητέρα λέγειν.
随后,他让将领和百人队长中最杰出的人坐在自己身旁,并允许其他任何想旁听的人在场,接着便请母亲开口说话。