Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.40.1-8.40.5

妇女们对维图里娅的恳求

第 618 段,共 962 段 · 希腊语

内容简介

瓦莱里娅率领罗马妇女们拜访维图里娅的家,流泪恳求她去说服其子马尔基乌斯以挽救祖国。

§8.40.1ὡς δʼ ἐπῄνεσαν αἱ παροῦσαι τὸν λόγον, εὐξαμένη τοῖς θεοῖς πειθὼ καὶ χάριν αὐτῶν περιθεῖναι τῇ δεήσει προῆλθεν ἐκ τοῦ τεμένους, αἱ δʼ ἠκολούθουν.
当在场的妇女们赞同这一提议时,瓦莱里娅向神明祈祷,求赐予她们的哀求以说服力与恩泽,随后便走出了圣地,其余的人也紧紧跟从。
καὶ μετὰ τοῦτο παραλαβοῦσαι τὰς ἄλλας γυναῖκας ἐπορεύοντο ἐπὶ τὴν οἰκίαν τῆς Μαρκίου μητρὸς ἀθρόαι.
在此之后,她们带领着其他妇女,成群结队地前往马尔基乌斯母亲的住宅。
ἰδοῦσα δʼ αὐτὰς προσιούσας ἡ τοῦ Μαρκίου γυνὴ Οὐολουμνία πλησίον καθημένη τῆς ἑκυρᾶς ἐθαύμασέ τε καὶ εἶπε· τίνος δεόμεναι, γυναῖκες, ἐληλύθατε κατὰ πλῆθος εἰς οἰκίαν δύστηνον καὶ ταπεινήν;
马尔基乌斯的妻子沃鲁姆尼亚正坐在婆婆身边,看到她们走来,感到十分惊异,便说:“妇女们,你们如此成群结队地来到这穷困卑微的家中,是有何所求呢?
§8.40.2καὶ ἡ Οὐαλερία ἔλεξεν· ἐν ἐσχάτοις οὖσαι κινδύνοις καὶ αὐταὶ καὶ τὰ νήπια ταῦτα καταπεφεύγαμεν ἱκέτιδες ἐπὶ σέ, ὦ Οὐετουρία, τὴν μόνην καὶ μίαν βοήθειαν, ἀξιοῦσαί δε πρῶτον μὲν οἰκτεῖραι τὴν κοινὴν πατρίδα, ἣν οὐθενὶ πώποτε γενομένην ὑποχείριον μὴ περιίδῃς ἀφαιρεθεῖσαν ὑπʼ Οὐολούσκων τὴν ἐλευθερίαν, εἰ δὴ καὶ φείσονται αὐτῆς κρατήσαντες, ἀλλʼ οὐ πρόρριζον ἐπιχειρήσουσιν ἀνελεῖν·
” 瓦莱里娅说道:“我们自身和这些幼儿都处于极度的危险之中,因而作为恳求者,逃奔到你这里,喔,维图里娅,你是我们唯一的、单单一个的救星。 我们请求你,首先要哀怜我们共同的祖国,它从未落入任何人的手中,请不要眼睁睁看着它的自由被沃尔斯奇人剥夺——即便他们在征服后会宽容它,而不是企图连根铲除。
ἔπειτα ὑπὲρ ἡμῶν αὐτῶν ἀντιβολοῦσαι καὶ τῶν δυστήνων παιδίων τούτων, ἵνα μὴ πέσωμεν εἰς ἐχθρῶν ὕβριν οὐθενὸς οὖσαι τῶν συμβεβηκότων ὑμῖν κακῶν αἴτιαι.
其次,我们为你我自身以及这些可怜的孩子们哀求,免得我们落入敌人的羞辱之中,因为对于降临在你们身上的任何灾祸,我们都绝非始作俑者。
§8.40.3εἴ τις ἐστὶν ἐν σοὶ ψυχῆς ἡμέρου καὶ φιλανθρώπου καταλειπομένη μερίς, ἐλέησον, ὦ Οὐετουρία, γυνὴ γυναῖκας κοινωνησάσας ἱερῶν ποτε καὶ ὁσίων, καὶ παραλαβοῦσα μετὰ σεαυτῆς Οὐολουμνίαν τε τὴν ἀγαθὴν γυναῖκα καὶ τοὺς παῖδας αὐτῆς καὶ τὰς ἱκέτιδας ἡμᾶς φερούσας τὰ νήπια ταυτὶ καὶ αὐτὰς γενναίας ἴθι πρὸς τὸν υἱὸν καὶ πεῖθε καὶ λιπάρει καὶ μὴ ἀνῇς δεομένη, μίαν ἀντὶ πολλῶν χάριν αἰτοῦσα παρʼ αὐτοῦ σπείσασθαι πρὸς τοὺς ἑαυτοῦ πολίτας καὶ κατελθεῖν εἰς τὴν δεομένην ἀπολαβεῖν αὐτὸν πατρίδα·
如果你心中还残留有一丝温和而仁慈的灵魂,喔,维图里娅,请作为女人怜悯这些曾与你共同参与神圣祭祀与礼仪的妇女们吧。 请带上贤惠的沃鲁姆尼亚和她的孩子们,以及我们这些怀抱幼儿、自身亦出身高贵的恳求者,一同去见你的儿子,去说服、哀求他,不要停止你的祈求。 请向他请求这一件代替许多件的恩惠:与他自己的公民们休战,并回到那渴望迎回他的祖国。
πείσεις γάρ, εὖ ἴσθι, καὶ οὐ περιόψεταί σε ἐρριμμένην παρὰ τοῖς ἑαυτοῦ ποσὶν ἀνὴρ εὐσεβής.
因为你一定会说服他的,请确信这一点,一个敬虔的男人是不会对跪倒在他脚前的你视而不见的。
§8.40.4καταγαγοῦσα δὲ τὸν υἱὸν εἰς τὴν πόλιν αὐτή τʼ ἀθάνατον ἕξεις κλέος ὥσπερ εἰκὸς ἐκ τηλικούτου κινδύνου καὶ φόβου ῥυσαμένη τὴν πατρίδα, καὶ ἡμῖν τιμῆς τινος αἰτία παρὰ τοῖς ἀνδράσιν ἔσῃ, ὅτι τὸν οὐ δυνηθέντα ὑπʼ ἐκείνων διασκεδασθῆναι πόλεμον αὐταὶ διελύσαμεν·
只要你带儿子回到城里,你自身必将获得不朽的荣耀,正如将祖国从如此巨大的危险和恐惧中解救出来所应当得到的那样;同时,你也将成为我们在丈夫面前获得某种尊重的功臣,因为那些男人们无法平息的战争,却由我们自己解决了。
ἐκείνων τʼ ἀληθῶς ἔγγονοι τῶν γυναικῶν φανησόμεθα, αἳ τὸν συστάντα Ῥωμύλῳ πρὸς Σαβίνους πόλεμον αὐταὶ πρεσβευσάμεναι διελύσαντο καὶ συναγαγοῦσαι τούς θʼ ἡγεμόνας καὶ τὰ ἔθνη μεγάλην ἐκ μικρᾶς ἐποίησαν τὴν πόλιν.
我们也必将显出自己正是那些妇女的真正后代,她们曾亲自充当使节,平息了罗慕路斯与萨宾人之间爆发的战争,并将领袖和部族联合起来,使这座城市从小变大。
§8.40.5καλὸς ὁ κίνδυνος, ὦ Οὐετουρία, τὸν υἱὸν κομίσασθαι, ἐλευθερῶσαι τὴν πατρίδα, σῶσαι τὰς ἑαυτῆς πολίτιδας, κλέος ἀρετῆς ἀθάνατον τοῖς ἐσομένοις καταλιπεῖν.
喔,维图里娅,迎回儿子、解放祖国、拯救你的女性同胞、为后世留下德行之不朽荣耀,这一冒险是高尚的。
δὸς ἡμῖν ἑκοῦσα καὶ μετὰ προθυμίας τὴν χάριν καὶ σπεῦσον, ὦ Οὐετουρία·
请心甘情愿且热忱地向我们施予这一恩惠,快行动吧,喔,维图里娅!
βουλὴν γὰρ ἢ χρόνον ὁ κίνδυνος ὀξὺς ὢν οὐκ ἐπιδέχεται.
因为这迫在眉睫的危险是不容许任何商榷或拖延的。 ”

词汇与语法注释

  1. §8.40.1αὐτῶν — 属格 αὐτῶν 指代前文提到的妇女们(ταῖς γυναιξί),作为所有格修饰 τῇ δεήσει(“她们的哀求”)。
  2. §8.40.2ἣν ... μὴ περιίδῃς ἀφαιρεθεῖσαν ... τὴν ἐλευθερίαν — 在由关系代词 ἣν(先行词为 πατρίδα)引导的从句中,直接使用了表示禁止或强烈恳求的虚拟语气(μὴ περιίδῃς)。动词 περιορῶ 与分词(ἀφαιρεθεῖσαν)连用,表示“默许或容忍某事发生”,此处意为“不要默许其自由被剥夺”。
  3. §8.40.3τὴν δεομένην ἀπολαβεῖν αὐτὸν πατρίδα — 现在分词 δεομένην 以不定式 ἀπολαβεῖν 为宾语,意为“渴望迎回(他)的祖国”,其中 αὐτὸν 是该不定式在语义上的宾语。
  4. §8.40.5καλὸς ὁ κίνδυνος — 由形容词 καλὸς 和名词 ὁ κ运行 构成表语结构(“这一冒险是高尚的”),带有柏拉图式的语气。其具体冒险内容由随后并列的四个不定式短语进行了解释。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.40.1-8.40.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.40.1-8.40.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。