§8.41.1ἡ μὲν δὴ ταῦτʼ εἰποῦσα καὶ πολλὰ προεμένη δάκρυα ἐσίγησεν·
她(瓦莱里娅)说完这些话并流下许多眼泪后,便沉默了。
ὀδυρομένων δὲ καὶ τῶν ἄλλων γυναικῶν καὶ πολλὰς δεήσεις ποιουμένων μικρὸν ἐπισχοῦσα ἡ Οὐετουρία καὶ δακρύσασα εἶπεν· εἰς ἀσθενῆ καὶ λεπτὴν ἐλπίδα καταπεφεύγατε, ὦ Οὐαλερία, τὴν ἐξ ἡμῶν τῶν ἀθλίων γυναικῶν βοήθειαν, αἷς ἡ μὲν εὔνοια ἡ πρὸς τὴν πατρίδα πάρεστι καὶ τὸ θέλειν σώζεσθαι τοὺς πολίτας, οἷοί ποτέ εἰσιν, ἡ δʼ ἰσχὺς καὶ
在其他妇女也一同哀哭并一再恳求时,维图里娅稍作停顿,落泪说道:“喔,瓦莱里娅,你们投奔的是一个虚弱且渺茫的希望,即我们这些可怜妇女的援助。
§8.41.2τὸ δύνασθαι ποιεῖν ἃ θέλομεν ἄπεστιν.
我们心中固然有着对祖国的善意,也渴望公民们无论如何都能得救,但力量和实现我们所愿的能力却付之阙如。
ἀπέστραπται γὰρ ἡμᾶς, ὦ Οὐαλερία, Μάρκιος, ἐξ οὗ τὴν πικρὰν ἐκείνην ὁ δῆμος αὐτοῦ κατέγνω δίκην, καὶ μεμίσηκε τὴν οἰκίαν ὅλην ἅμα τῇ πατρίδι·
因为,喔,瓦莱里娅,自从民众对他判处了那场痛苦的刑罚之后,马尔基乌斯就背弃了我们,并连同祖国一起憎恨起整个家庭。
τοῦτο δʼ ὑμῖν οὐ παρʼ ἄλλου τινός, ἀλλὰ παρʼ αὐτοῦ Μαρκίου μαθοῦσαι λέγειν ἔχομεν.
这件事,我们并非从旁人那里,而是从马尔基乌斯本人那里得知,才能够对你们说出的。
ὅτε γὰρ ἁλοὺς τὴν δίκην ἦλθεν εἰς τὴν οἰκίαν προπεμπόμενος ὑπὸ τῶν ἑταίρων, καταλαβὼν ἡμᾶς καθημένας ἐν πενθίμοις τρύχεσι, ταπεινάς, κρατούσας ἐν τοῖς γόνασι τὰ τέκνα αὐτοῦ στενούσας τε οἷα εἰκὸς καὶ ἀνακλαιομένας τὴν καθέξουσαν ἡμᾶς τύχην στερομένας ἐκείνου, στὰς μικρὸν ἄπωθεν ἡμῶν ἄδακρυς ὥσπερ λίθος καὶ ἀτενής·
因为当他败诉后,在朋友们的护送下回到家中时,看见我们身穿丧服坐着,十分卑微,将他的孩子们抱在膝上,正像通常那样叹息,并为失去他后我们将面临的命运而痛哭,他却站在离我们不远的地方,没有流一滴眼泪,像石头一样僵硬地凝视着。
§8.41.3οἴχεται, φησίν, ὑμῖν Μάρκιος, ὦ μῆτερ ἅμα καὶ σύ, ὦ Οὐολουμνία, κρατίστη γυναικῶν, ἐξελασθεὶς ὑπὸ τῶν πολιτῶν, ὅτι γενναῖος ἦν καὶ φιλόπολις καὶ πολλοὺς ὑπέμεινεν ὑπὲρ τῆς πατρίδος ἀγῶνας.
他说道:‘母亲,还有你,喔,沃鲁姆尼亚,妇女中最优秀的,马尔基乌斯对你们而言已经离去了。 他被公民们驱逐,是因为他高贵、热爱城邦,并为祖国承受了许多斗争。
ἀλλʼ ὡς πρέπει γυναιξὶν ἀγαθαῖς, οὕτω φέρετε τὰς συμφορὰς μηδὲν ἄσχημον ποιοῦσαι μηδὲ ἀγεννές, καὶ τὰ παιδία ταῦτα παραμύθια τῆς ἐμῆς ἐρημίας ἔχουσαι τρέφετε ἀξίως ὑμῶν τε καὶ τοῦ γένους·
但正如贤惠的妇女所应当的那样,你们要承受这些不幸,不要做出任何不体面或不庄重的事。 请把这些孩子当作我不在身边的慰藉,将他们抚养大,使他们无愧于你们和我们的家族。
οἷς θεοὶ δοῖεν εἰς ἄνδρας ἐλθοῦσι τύχην μὲν κρείττονα τοῦ πατρός, ἀρετὴν δὲ μὴ χείρονα·
愿神明在他们成年时,赐予他们比父亲更好的命运,以及不输于父亲的德行。
καὶ χαίρετε.
祝你们安好。
ἀπέρχομαι γὰρ ἤδη καταλιπὼν τὴν οὐκέτι χωροῦσαν ἄνδρας ἀγαθοὺς πόλιν.
因为我已经要离去了,留下了这栋已经不再容纳贤能之士的城市。
καὶ ὑμεῖς, ὦ θεοὶ κτήσιοι καὶ ἑστία πατρῴα καὶ δαίμονες οἱ κατέχοντες τοῦτον τὸν τόπον, χαίρετε.
还有你们,喔,守护财产的神明、祖宗的炉灶,以及掌管这个地方的守护神们,祝你们安好。
§8.41.4ὡς δὲ ταῦτʼ εἶπεν, ἡμεῖς μὲν αἱ δυστυχεῖς ἃς τὸ πάθος ἀπῄτει φωνὰς ἀναβοῶσαι καὶ παίουσαι τὰ στήθη περιεχύθημεν αὐτῷ τοὺς ἐσχάτους ἀσπασμοὺς κομιούμεναι·
’ 他说完这些,我们这些不幸的女人便发出悲痛所要求的呼喊,捶打着胸膛,拥抱住他,以接受最后的告别。
τῶν δὲ παιδίων τούτων ἐγὼ μὲν τὸ πρεσβύτερον ἦγον, ἡ δὲ μήτηρ τὸ νεώτερον εἶχεν ἐπὶ τῆς ἀγκάλης·
在这些孩子中,我领着年长的一个,而他的母亲把年幼的一个抱在怀里。
ὁ δʼ ἀποστραφεὶς καὶ παρωσάμενος ἡμᾶς εἶπεν· οὔτε σὸς υἱὸς ἔτι, μῆτερ, ἔσται τὸν ἀπὸ τοῦδε χρόνον Μάρκιος, ἀλλʼ ἀφῄρηταί σε τὸν γηροβοσκὸν ἡ πατρίς, οὔτε σὸς ἀνὴρ ἀπὸ ταύτης, ὦ Οὐολουμνία, τῆς ἡμέρας, ἀλλʼ εὐτυχοίης ἕτερον ἄνδρα λαβοῦσα εὐδαιμονέστερον ἐμοῦ, οὔθʼ ὑμῶν, ὦ τέκνα φίλτατα, πατήρ, ἀλλʼ ὀρφανοὶ καὶ ἔρημοι παρὰ §8.41.5ταύταις, ἕως εἰς ἄνδρας ἔλθητε, τραφήσεσθε.
但他转过身,推开我们说:‘从今以后,马尔基乌斯不再是你的儿子了,母亲,祖国已经剥夺了你赡养晚年的人;从今天起,他也不再是你的丈夫了,喔,沃鲁姆尼亚,愿你幸运地找到另一位比我更幸福的丈夫;他也不再是你们的父亲,喔,最亲爱的孩子们,你们将作为孤儿,在这几位妇女身边无依无靠地被抚养大,直到你们成年。
ταῦτʼ εἰπὼν ἄλλʼ οὐθὲν οὔτε διοικησάμενος οὔτʼ ἐπιστείλας οὔθʼ ὅποι πορεύεται φράσας ἀπῆλθεν ἐκ τῆς οἰκίας μόνος, ὦ γυναῖκες, ἄδουλος, ἄπορος, οὐδὲ τὴν ἐφήμερον ὁ δύστηνος ἐκ τῶν ἑαυτοῦ χρημάτων τροφὴν ἐπαγόμενος.
’ 他说完这些,没有做其他任何交代,没有留下任何吩咐,也没有说明去向,便独自离开了家,喔,妇女们,他没有仆人,没有资财,这个可怜的人甚至没有从自己的财产中带走一日的口粮。
καὶ τέταρτον ἐνιαυτὸν ἤδη τοῦτον, ἐξ οὗ φεύγει τὴν πατρίδα, πάντας ἡμᾶς ἀλλοτρίους ἑαυτοῦ νενόμικεν, οὐ γράφων οὐθέν, οὐκ ἐπιστέλλων, οὐ §8.41.6τὰ περὶ ἡμᾶς εἰδέναι βουλόμενος.
自从他离开祖国流亡以来,这已经是第四个年头了,他把我们所有人均视为路人,不写信,不捎口信,也不想知道关于我们的任何消息。
πρὸς δὴ τοιαύτην ψυχὴν οὕτω σκληρὰν καὶ ἄτρωτον, ὦ Οὐαλερία, τίνα ἰσχὺν ἕξουσιν αἱ παρʼ ἡμῶν δεήσεις, αἷς οὔτʼ ἀσπασμῶν μετέδωκεν οὔτε φιλημάτων οὔτʼ ἄλλης φιλοφροσύνης οὐδεμιᾶς τὴν τελευταίαν πορευόμενος ἐκ τῆς οἰκίας ὁδόν;
对于这样一个如此冷酷和无法动摇的心灵,喔,瓦莱里娅,我们的恳求又有什么力量呢? 他甚至在走出家门踏上最后的旅程时,都没有给予我们任何拥抱、亲吻,或是任何其他的温情。 ”