Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.34.1-8.34.3

马尔基乌斯论自然之法与敌友的真正定义

第 612 段,共 962 段 · 希腊语

内容简介

科里奥兰纳斯向弥努基乌斯指出,朋友和祖国的概念不应由名义或地点决定,而应由基于利害与行为的自然之法来界定。他同时主张自己的行为正义且取悦神明,并深信有神明的引领。

§8.34.1ὅταν δὲ φίλους ἔτι καλῇς, ὦ Μηνύκιε, τοὺς ἐξελάσαντάς με καὶ πατρίδα τὴν ἀπαρνησαμένην, φύσεώς τε νόμους ἀνακαλῇ καὶ περὶ τῶν ὁσίων διαλέγῃ, φαίνῃ μοι τὰ κοινότατα καὶ ὑπὸ μηδενὸς ἀγνοούμενα μόνος ἀγνοεῖν·
\n但是,弥努基乌斯啊,当你仍将那些把我驱逐出去的人称为‘朋友’,把那个拒绝了我的国家称为‘祖国’,并企图唤回自然之法、谈论神圣之事时,在我看来,你似乎成了唯一一个对最寻常、且无人不知的事情一无所知的人。
ὅτι τὸ φίλιον ἢ πολέμιον οὔτʼ ὄψεως ὁρίζει χαρακτὴρ οὔτʼ ὀνόματος θέσις, ἀλλὰ ταῖς χρείαις καὶ τοῖς ἔργοις δηλοῦται τούτων ἑκάτερον, φιλοῦμέν τε πάντες τὰ ὠφελοῦντα καὶ μισοῦμεν τὰ βλάπτοντα, οὐκ ἀνθρώπων τινῶν ἡμῖν τόνδε θεμένων τὸν νόμον, οὐδὲ ἀνελούντων ποτὲ αὐτόν, ἐὰν τἀναντία αὐτοῖς δοκῇ, ἀλλʼ ὑπὸ τῆς κοινῆς φύσεως ἐξ ἅπαντος τοῦ χρόνου πᾶσι τοῖς αἰσθήσεως μετειληφόσι κείμενον καὶ εἰς ἀεὶ διαμενοῦντα παραλαβόντες·
即:友好或敌对既不由外貌的特征来界定,也不由名称的制定来界定,而是由需要和行为来显明其中的每一个,并且我们所有人都热爱那有益的、憎恨那有害的。 这并非因为某些人为我们制定了这条法则,也非当他们认为相反的事情更好时就会将其废除,而是因为我们从共同的天性中接受了这一条自古以来为所有享有感知能力的人所制定的、并将永远存续的法则。
§8.34.2καὶ διὰ τοῦτο φίλους τʼ ἀπαρνούμεθα, ὅταν ἀδικήσωσι, καὶ ἐχθροὺς φίλους ποιούμεθα, ὅταν τις ἡμῖν παρʼ αὐτῶν ὑπάρξῃ χάρις, πόλιν τε τὴν γειναμένην ἡμᾶς, ὅταν μὲν ὠφελῇ, στέργομεν, ὅταν δὲ βλάπτῃ, καταλείπομεν, οὐ διὰ τὸν τόπον ἀγαπῶντες αὐτήν, ἀλλὰ διὰ τὸ συμφέρον.
\n\n因此,当朋友行不义时,我们便拒绝他们;而当敌人向我们施予恩惠时,我们便视其为友。 对于生育了我们的城市,当它对我们有益时,我们便热爱它;而当它对我们有害时,我们便抛弃它。 我们爱它并不是因为那个地方,而是因为利益。
§8.34.3καὶ οὐχὶ τοῖς μὲν ἰδιώταις οὕτως ἐπέρχεται καθʼ ἕνα φρονεῖν, οὐχὶ δὲ καὶ πόλεσιν ὅλαις καὶ ἔθνεσιν, ὥστε ὁ ταύτῃ τῇ γνώμῃ χρώμενος οὐδὲν ἔξω τῶν θείων ἀξιοῖ νομίμων, οὐδὲ παρὰ τὴν κοινὴν ἁπάντων ἀνθρώπων ποιεῖ δικαίωσιν.
\n\n难道个别的私人会这样思考,而整个城市和民族却不会吗? 因此,那遵循这一观点的人,并没有要求任何超出神圣法度之外的事,也没有做出违背全人类共同正义标准的事。
ἐγὼ μὲν δὴ ταῦτα πράττοντα ἐμαυτὸν τά τε δίκαια ἡγοῦμαι πράττειν καὶ τὰ συμφέροντα καὶ τὰ καλὰ καὶ ἅμα ταῦτα καὶ τὰ πρὸς τοὺς θεοὺς ὁσιώτατα·
所以我认为,自己这样做不仅是在行公义、谋利益、求高尚,同时也是对神明最敬虔的事。
καὶ οὐ δέομαι δικαστὰς ὑπὲρ αὐτῶν λαβεῖν τοὺς εἰκασμῷ καὶ δόξῃ τεκμαιρομένους τὴν ἀλήθειαν ἀνθρώπους, ἐπειδὴ θεοῖς ἀρέσκοντα πράττω.
我不需要那些凭推测和主观臆断来衡量真理的人作为这些事的裁判官,因为我所行的是取悦神明的事。
οὐ γὰρ ἀδυνάτοις ἐπιχειρεῖν ὑπολαμβάνω πράγμασι θεοὺς ἔχων αὐτῶν ἡγεμόνας, εἴγε δεῖ τεκμαίρεσθαι τοῖς γεγονόσιν ἤδη τὰ μέλλοντα.
因为,既然我有神明作为我的引领者,我便不认为自己是在尝试不可能的事,如果确实应当根据已经发生的事来判断未来的话。

词汇与语法注释

  1. 8.34.1ὅτι τὸ φίλιον — “ὅτι”引导一个名词性从句,具体解释主句中不定式“ἀγνοεῖν”(不知道)的内容。该“ὅτι”从句同时支配第一个主句“τὸ φίλιον... δηλοῦται”和由连词“τε”连接的第二个主句“φιλοῦμέν τε πάντες...”。
  2. 8.34.1οὐκ ἀνθρώπων τινῶν — “ἀνθρώπων τινῶν ἡμῖν τόνδε θεμένων τὸν νόμον, οὐδὲ ἀνελούντων...” 是带现在分词“θεμένων”和“ἀνελούντων”的属格独立结构。它带有否定词“οὐκ... οὐδέ”,否定地解释了主句“φιλοῦμέν... μισοῦμεν”(我们爱与恨)的原因或根据,并与随后“ἀλλʼ... παραλαβόντες”(而是因为我们接受……)这一肯定原因形成对比。
  3. 8.34.3καὶ οὐχὶ τοῖς μὲν — 结构“οὐχὶ τοῖς μὲν ἰδιώταις... οὐχὶ δὲ καὶ πόλεσιν...”构成了双重否定反问句(“难道不……,而且难道不也……吗?”),表达了强烈的肯定(“对于私人是如此,对于城市和民族同样如此”)。动词“ἐπέρχεται”(产生、想到)在此与与格“τοῖς ἰδιώταις”连用,其主语是不定式短语“καθʼ ἕνα φρονεῖν”(个别地思考)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.34.1-8.34.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.34.1-8.34.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。