Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.35.1-8.35.5

马尔基乌斯提出和谈条件并准予三十日停战

第 613 段,共 962 段 · 希腊语

内容简介

马尔基乌斯对使节弥努基乌斯作出回应,声称决定权在于沃尔斯奇人,但也提出了归还占领地并赋予平等公民权等和谈条件,并给予三十天的停战期以供其考虑。

§8.35.1περὶ δὲ τῆς μετριότητος, ἐφʼ ἣν παρακαλεῖτέ με, καὶ τοῦ μὴ πρόρριζον ἀνελεῖν τὸ Ῥωμαίων γένος μηδʼ ἐκ βάθρων ὅλην ἀναστῆσαι τὴν πόλιν, εἶχον μέν, ὦ Μηνύκιε, λέγειν, ὅτι οὐκ ἐγὼ τούτου κύριος οὐδὲ πρὸς ἐμὲ ὁ περὶ τούτων ἐστὶ λόγος, ἀλλʼ ἐγὼ στρατηγός εἰμι τῆς δυνάμεως, πολέμου δὲ καὶ εἰρήνης οὗτοι κύριοι· ὥστε παρὰ τούτων αἰτεῖσθέ γʼ
关于你们劝我保持的克制,以及不要彻底消灭罗马民族、不把整个城市从根基上摧毁的请求,弥努基乌斯啊,我本可以对你们说,这件事情并非由我决定,关于这些事的谈话也不应对我进行,而我只是军队的统帅,他们(沃尔斯奇人)才是战争与和平的决定者;因此,你们应当向他们请求以和解为目的的休战,而不是向我。
§8.35.2ἀνοχὰς ἐπὶ διαλλαγαῖς, ἀλλὰ μὴ παρʼ ἐμοῦ. οὐ μὴν ἀλλὰ καὶ θεοὺς σέβων τοὺς πατρῴους καὶ τάφους αἰδούμενος προγόνων καὶ γῆν, ἐξ ἧς ἔφυν, γυναῖκάς τε καὶ παῖδας ὑμῶν ἐλεῶν, οἷς οὐκ ἐπιτηδείοις οὖσι τὰ πατέρων καὶ ἀνδρῶν ἥξει σφάλματα, καὶ οὐχ ἥκιστα τῶν ἄλλων καὶ δι’ ὑμᾶς, ὦ Μηνύκιε, τοὺς προχειρισθέντας ὑπὸ τῆς πόλεως, τάδε ἀποκρίνομαι· ἐὰν ἀποδῶσι Ῥωμαῖοι Οὐολούσκοις χώραν τε ὅσην αὐτοὺς ἀφῄρηνται καὶ πόλεις ὅσας κατέχουσιν ἀνακαλεσάμενοι τοὺς ἐποίκους, φιλίαν τε ποιήσωνται πρὸς αὐτοὺς εἰς τὸν ἀεὶ χρόνον καὶ ἰσοπολιτείας μεταδῶσιν ὥσπερ Λατίνοις ὅρκους καὶ ἀρὰς κατὰ τῶν παραβαινόντων τὰ συγκείμενα ποιησάμενοι, διαλύσομαι πρὸς αὐτοὺς τὸν πόλεμον, πρότερον δὲ οὔ.
然而,出于敬畏祖先的神明、尊重先祖的坟墓、眷恋我出生的土地,并怜悯你们的妻子和孩子——他们本不该承受,却将因父亲和丈夫的过错而遭受灾祸——而且在其他人中,尤其也是因为你,弥努基乌斯,你作为被这个城市所选派的人,我作如下答复:如果罗马人向沃尔斯奇人归还从他们那里夺走的所有土地,以及他们占领的所有城市,并召回他们的殖民者,且与他们建立永久的友好关系,并像对待拉丁人那样给予他们平等的公民权,同时对违反协议者立下誓言和诅咒,我便会结束对他们的战争,但在此之前绝不。
§8.35.3ταῦτʼ οὖν ἀπαγγέλλετε αὐτοῖς, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ πρὸς ἐμὲ καὶ πρὸς ἐκείνους περὶ τοῦ δικαίου πάνυ ἐπιστρεφῶς ταῦτα διαλέγεσθε·
因此,请向他们传达这些话,并用你们对待我的同样方式,向他们也极其恳切地阐明正义的道理。
καλόν τοι τὰς ἰδίας ἕκαστον ἔχοντα κτήσεις ἐν εἰρήνῃ ζῆν, καὶ πολλοῦ ἄξιον τὸ μηθένα δεδοικέναι μήτʼ ἐχθρὸν μήτε καιρόν, αἰσχρὸν δὲ τῶν ἀλλοτρίων περιεχομένους οὐκ ἀναγκαῖον πόλεμον ὑπομένειν, ἐν ᾧ καὶ περὶ τῶν ἰδίων ἁπάντων κινδυνεύσουσιν ἀγαθῶν·
每个人保住自己的财产并在和平中生活确实是高尚的,不惧怕任何敌人和危机也大有价值;但是,那些固守他人财物的人去承受一场不必要的战争则是可耻的,因为在战争中,他们连自己所有的财产也会面临危险。
τά τʼ ἆθλα ἐπιδείκνυτε αὐτοῖς οὐκ ἴσα κατορθοῦσί τε καὶ μὴ τυχοῦσι γινόμενα γῆς ἀλλοτρίας γλιχομένοις, εἰ δὲ βούλεσθε, προστίθετε καὶ τὰς πόλεις τῶν ἠδικημένων προσλαβεῖν βουλομένοις, ἐὰν μὴ κρατῶσι, καὶ τὴν ἑαυτῶν γῆν τε καὶ πόλιν ἀφαιρεθῆναι, καὶ ἔτι πρὸς τούτῳ γυναῖκας ἐπιδεῖν τὰ αἴσχιστα πασχούσας καὶ παῖδας εἰς ὕβριν ἀγομένους καὶ γονεῖς δούλους ἀντʼ ἐλευθέρων ἐπὶ γήρως ὀδῷ γινομένους.
向他们指出,对于那些垂涎他人土地的人来说,成功者与失败者所获得的奖赏是不平等的;如果你们愿意,还可以加上一条:那些企图侵占受害者城市的人,一旦未能取胜,连自己的土地和城市也会被剥夺,而且在此之上,他们还将亲眼看见妻子遭受极尽耻辱的对待,孩子们被掳走遭受凌辱,而父母在年迈之路上由自由人沦为奴隶。
§8.35.4καὶ ἅμα διδάσκετε τὴν βουλήν, ὅτι τούτων τῶν κακῶν οὐκ ἂν ἔχοιεν αἰτιάσασθαι Μάρκιον, ἀλλὰ τὴν ἑαυτῶν ἀφροσύνην.
同时,你们要告知元老院,对于这些灾祸,他们无法归咎于马尔基乌斯,而应归咎于他们自己的愚蠢。
παρὸν γὰρ αὐτοῖς τὰ δίκαια ποιεῖν καὶ μηδενὶ δεινῷ περιπεσεῖν τὸν ὑπὲρ τῶν ἐσχάτων κίνδυνον ἀναιρήσονται μέχρι παντὸς φιλοχωροῦντες τοῖς ἀλλοτρίοις.
因为,本可以行公义而不陷入任何险境,他们却要通过顽固占有他人之物直到最后,来承担关乎生死存亡的危险。
§8.35.5ἔχετε τὰς ἀποκρίσεις· τούτων οὐθὲν ἂν εὕροισθε παρʼ ἐμοῦ πλέον, ἀλλʼ ἄπιτε καὶ σκοπεῖτε, ὅ τι πρακτέον ὑμῖν·
你们已经得到了答复;从我这里你们得不到比这更多的让步了,离开吧,去考虑你们该怎么做。
ἕως δὲ βουλεύσησθε, δίδωμι χρόνον ὑμῖν ἡμερῶν τριάκοντα.
在你们商议期间,我给你们三十天的时间。
ἐν δὲ τῷ μεταξὺ χρόνῳ σήν τε χάριν, ὦ Μηνύκιε, καὶ τῶν ἄλλων ὑμῶν ἕνεκα τὴν στρατιὰν ἐκ τῆς χώρας ἀπάξω· μεγάλα γὰρ ἂν βλάπτοισθε μενούσης αὐτῆς ἐνθάδε.
在这段过渡期间,弥努基乌斯,为了你的缘故,也为了你们其他人的缘故,我将把军队撤离这片土地;因为如果军队留在这里,你们将遭受巨大的损失。
τῇ δὲ τριακοστῇ προσδέχεσθέ με ἡμέρᾳ τὰς ἀποκρίσεις ληψόμενον.
到了第三十天,请等待我前来接受你们的答复。

词汇与语法注释

  1. 8.35.1εἶχον μέν ... λέγειν — 未加助词 ἄν 的直说法语未完成过去时 εἶχον 与不定式 λέγειν 连用,表达了一种过去未曾实现的可能性(“我本来可以说”,但实际上他选择了作别样的答复)。
  2. 8.35.2οἷς οὐκ ἐπιτηδείοις οὖσι — 在由与格关系代词 οἷς 引导的从句中,带形容词 ἐπιτηδείοις 的分词 οὖσι 起让步作用(“尽管他们并不配受此待遇”)。
  3. 8.35.3οὐκ ἴσα κατορθοῦσί τε καὶ μὴ τυχοῦσι γινόμενα — 主语为 τά τʼ ἆθλα(奖赏)。οὐκ ἴσα 作为分词 γινόμενα 的叙述形容词(“结果是不平等的”),而 κατορθοῦσι 和 μὴ τυχοῦσι 是利益与格分词,表示“对于成功者和失败者而言”。
  4. 8.35.4παρὸν γὰρ αὐτοῖς — 作为无人称动词 πάρειμι 分词的中性单数宾格(宾格绝对句)发挥作用,意为“既然对他们而言是可能的”或“尽管本可行(公义)”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.35.1-8.35.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.35.1-8.35.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。