§8.33.1ἴθι δὴ σκόπει καὶ τὰ παρὰ θεῶν, Μηνύκιε, οἷά μοι νῦν τʼ ἀπήντηται καί, ἐὰν ἄρα πεισθεὶς ὑμῖν προδῶ τὴν τούτων πίστιν, οἷα τὸν λοιπὸν ὑπάρξει μοι βίον.
那么,弥努基乌斯啊,你也来看看来自神明的事吧:现在有什么样的待遇降临在我身上,而如果我听信你们、背叛这些人的信任,那么在我余下的生命里,又会有什么样的命运在等待着我。
νῦν μέν γε πάσης πράξεως, ἧς ἂν ἅψωμαι καθʼ ὑμῶν, συλλαμβάνουσί μοι, καὶ οὐδεμιᾶς πείρας ἀποτυγχάνω.
因为现在,只要是我针对你们所采取的行动,神明都在暗中相助,我没有任何一次尝试是失败的。
§8.33.2καὶ τοῦτο πηλίκον οἴεσθε εἶναι τεκμήριον εὐσεβείας τῆς ἐμῆς;
而你们认为,这对于我的虔敬而言,是多么重大的证明呢?
εἰ γὰρ δὴ κατὰ τῆς πατρίδος οὐχ ὅσιον ἐγὼ πόλεμον ἐνεστησάμην, ἅπαντα χρῆν ἐναντία μοι γίνεσθαι τὰ παρὰ θεῶν· ὁπότε δʼ οὐρίῳ πνεούσῃ κέχρημαι τῇ περὶ τοὺς πολέμους τύχῃ, καὶ ὁπόσοις ἂν ἐπιβάλωμαι πράγμασι κατʼ ὀρθὸν ἅπαντά μοι χωρεῖ, δῆλον ὅτι εὐσεβής εἰμι ἀνὴρ καὶ §8.33.3πράξεις προῄρημαι καλάς.
因为如果我真的对祖国发动了一场不义之战,那么来自神明的一切就本该与我作对;但既然我在战争的运气中享有着顺风,而且无论我着手进行什么事务,一切都顺利地为我推进,这显然表明我是一个虔敬之人,并且我所选择的行动是高尚的。
τί οὖν, ἐὰν μεταβάλωμαι καὶ τὰ μὲν ὑμέτερα αὔξειν, τὰ δὲ τούτων ταπεινὰ ποιεῖν ζητῶ, γενήσεταί μοι;
那么,如果我改变心意,力图壮大你们的力量、削弱他们的力量,我将会落得什么下场呢?
ἆρʼ οὐχὶ τἀναντία, καὶ πονηρὰν νέμεσιν ἕξω παρὰ τοῦ δαιμονίου τοῖς ἠδικημένοις τιμωρόν, καὶ ὥσπερ ἐκ ταπεινοῦ μέγας διὰ τοὺς θεοὺς ἐγενόμην, οὕτως αὖθις ἐκ μεγάλου ταπεινὸς γενήσομαι, καὶ τἀμὰ παθήματα παιδεύματα γενήσεται τοῖς ἄλλοις;
难道不会发生相反的事吗? 我难道不会承受来自神明的可怕惩罚,作为那些受害者的复仇者吗? 而且就像我通过神明从卑微之躯变得伟大一样,我会不会又再次从伟大堕落到卑微,而我的苦难也会变成他人的教训?
§8.33.4ἐμοὶ μὲν ταῦτα παρίσταται περὶ τοῦ δαιμονίου φρονεῖν, καὶ πείθομαί γε τὰς ἐρινύας ἐκείνας τὰς φοβερὰς καὶ ἀπαραιτήτους τοῖς ἀνόσιόν τι διαπραξαμένοις, ὧν καὶ σὺ ἐμνήσθης, ὦ Μηνύκιε, τότε μοι παρακολουθήσειν ψυχήν τε καὶ σῶμα αἰκιζομένας, ὅταν ἐγκαταλίπω καὶ προδῶ τοὺς σώσαντάς με ἀπολωλότα ὑφʼ ὑμῶν καὶ μετὰ τοῦ σῶσαι πολλὰς καὶ καλὰς προσθέντας εὐεργεσίας, οἷς ἐγγυητὰς ἔδωκα θεούς, ὡς ἐπʼ οὐδενὶ κακῷ τὴν ἄφιξιν ποιησάμενος καὶ φυλάξων τὴν εἰς τόδε χρόνου καθαρὰν καὶ ἀμίαντον συνοῦσάν μοι πίστιν.
在我看来,对神明的思考确实呈现为这样,而且我确信,那些对于犯下不敬之罪的人而言可怕且不可挽回的复仇女神们——弥努基乌斯啊,你也曾提到过她们——届时将会尾随我,折磨我的灵魂和肉体,每当我抛弃并背叛那些拯救了被你们毁灭的我、且在拯救之外还施予了我许多高尚恩惠的人。 对于他们,我曾指神明为担保人,保证我的到来绝非怀有任何恶意,且我将守护至今一直伴随着我的、纯洁且无瑕的信义。