§8.34.1ὅταν δὲ φίλους ἔτι καλῇς, ὦ Μηνύκιε, τοὺς ἐξελάσαντάς με καὶ πατρίδα τὴν ἀπαρνησαμένην, φύσεώς τε νόμους ἀνακαλῇ καὶ περὶ τῶν ὁσίων διαλέγῃ, φαίνῃ μοι τὰ κοινότατα καὶ ὑπὸ μηδενὸς ἀγνοούμενα μόνος ἀγνοεῖν· ὅτι τὸ φίλιον ἢ πολέμιον οὔτʼ ὄψεως ὁρίζει χαρακτὴρ οὔτʼ ὀνόματος θέσις, ἀλλὰ ταῖς χρείαις καὶ τοῖς ἔργοις δηλοῦται τούτων ἑκάτερον, φιλοῦμέν τε πάντες τὰ ὠφελοῦντα καὶ μισοῦμεν τὰ βλάπτοντα, οὐκ ἀνθρώπων τινῶν ἡμῖν τόνδε θεμένων τὸν νόμον, οὐδὲ ἀνελούντων ποτὲ αὐτόν, ἐὰν τἀναντία αὐτοῖς δοκῇ, ἀλλʼ ὑπὸ τῆς κοινῆς φύσεως ἐξ ἅπαντος τοῦ χρόνου πᾶσι τοῖς αἰσθήσεως μετειληφόσι κείμενον καὶ εἰς ἀεὶ διαμενοῦντα παραλαβόντες· §8.34.2καὶ διὰ τοῦτο φίλους τʼ ἀπαρνούμεθα, ὅταν ἀδικήσωσι, καὶ ἐχθροὺς φίλους ποιούμεθα, ὅταν τις ἡμῖν παρʼ αὐτῶν ὑπάρξῃ χάρις, πόλιν τε τὴν γειναμένην ἡμᾶς, ὅταν μὲν ὠφελῇ, στέργομεν, ὅταν δὲ βλάπτῃ, καταλείπομεν, οὐ διὰ τὸν τόπον ἀγαπῶντες αὐτήν, ἀλλὰ διὰ τὸ συμφέρον. §8.34.3καὶ οὐχὶ τοῖς μὲν ἰδιώταις οὕτως ἐπέρχεται καθʼ ἕνα φρονεῖν, οὐχὶ δὲ καὶ πόλεσιν ὅλαις καὶ ἔθνεσιν, ὥστε ὁ ταύτῃ τῇ γνώμῃ χρώμενος οὐδὲν ἔξω τῶν θείων ἀξιοῖ νομίμων, οὐδὲ παρὰ τὴν κοινὴν ἁπάντων ἀνθρώπων ποιεῖ δικαίωσιν.
\nBut when you still call those who expelled me 'friends,' Minucius, and the country that rejected me 'fatherland,' and when you invoke the laws of nature and discourse on holy things, you seem to me alone to be ignorant of the most common things, which are unknown to no one—namely, that neither the character of appearance nor the setting of a name defines what is friendly or hostile, but each of these is shown by needs and deeds, and that we all love what benefits us and hate what harms us, not because some men established this law for us, nor because they will ever abolish it if the contrary seems good to them, but because we have received it as established by common nature from all time for all who have a share of perception, and as one that will remain forever.\n\nAnd for this reason, we reject friends when they do wrong, and we make enemies our friends when some favor is shown to us by them; and we love the city that gave us birth when it benefits us, but we abandon it when it harms us, loving it not because of the place, but because of our advantage.\n\nAnd does it not occur to private individuals to think thus, one by one, and not also to entire cities and nations, so that he who uses this judgment claims nothing outside of the divine ordinances, nor acts contrary to the common justice of all men?
ἐγὼ μὲν δὴ ταῦτα πράττοντα ἐμαυτὸν τά τε δίκαια ἡγοῦμαι πράττειν καὶ τὰ συμφέροντα καὶ τὰ καλὰ καὶ ἅμα ταῦτα καὶ τὰ πρὸς τοὺς θεοὺς ὁσιώτατα· καὶ οὐ δέομαι δικαστὰς ὑπὲρ αὐτῶν λαβεῖν τοὺς εἰκασμῷ καὶ δόξῃ τεκμαιρομένους τὴν ἀλήθειαν ἀνθρώπους, ἐπειδὴ θεοῖς ἀρέσκοντα πράττω.
I indeed believe that in doing these things I am doing what is just, advantageous, and noble, and at the same time what is most pious towards the gods; and I do not need to take as judges of these matters men who estimate the truth by conjecture and opinion, since I do what is pleasing to the gods.
οὐ γὰρ ἀδυνάτοις ἐπιχειρεῖν ὑπολαμβάνω πράγμασι θεοὺς ἔχων αὐτῶν ἡγεμόνας, εἴγε δεῖ τεκμαίρεσθαι τοῖς γεγονόσιν ἤδη τὰ μέλλοντα.
For I do not suppose that I am undertaking impossible tasks, since I have the gods as my leaders in them, if indeed one must judge the future by what has already happened.