Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.32.1-8.32.5

马尔基乌斯拒绝归国与对沃尔斯奇人的信义

第 610 段,共 962 段 · 希腊语

内容简介

科里奥兰纳斯拒绝了重返罗马的提议,指出这无异于将他作为献给平民的牺牲。他强调,背叛接纳他并授予他公民权与最高统帅权的沃尔斯奇人,将是极度不义且令人唾弃的双重背叛。

§8.32.1ἆρʼ οὐ φανερόν, ὅτι καλλιλογεῖτε καὶ εἰρωνεύεσθε, ὦ Μηνύκιε, ὄνομα καλὸν ἔργῳ περιθέντες ἀνοσίῳ;
弥努基乌斯啊,你们把不敬的行为冠以美名,在此夸夸其谈并掩盖真心,难道这不是显而易见的吗?
οὐ γὰρ δὴ κάθοδόν μοι δίδοτε, ἀλλὰ σφάγιόν με τῷ δήμῳ κατάγετε, τάχα μὲν καὶ βεβουλευμένοι τοῦτο πράττειν· οὐθὲν γὰρ ἔτι μοι χρηστὸν ὑπὲρ ὑμῶν ἐπέρχεται φρονεῖν·
因为你们并不是要给我一条归国之路,而是要把我带回去作为献给平民的牺牲,或许你们甚至是有意预谋这样做;因为我脑海中已不再对你们抱有任何善意的想法。
εἰ δὲ βούλεσθε — τίθημι γάρ — §8.32.2οὐδὲν ὧν πείσομαι προορώμενοι, τί οὖν ἔσται μοι τῆς ὑμετέρας ἀγνοίας ἢ μωρίας ὄφελος, κωλύειν μὲν οὐδὲν οὐδʼ ἂν οἷοι ἦτε δυνησομένων, χαρίζεσθαι δὲ καὶ τοῦτο τῷ δήμῳ σὺν τοῖς ἄλλοις ἀναγκαζομένων;
或者,如果你们愿意这样认为——因为我可以这样假定—— 即便你们没有预见到我将遭受的任何痛苦,那么你们的无知或愚蠢对我又有什么益处呢? 因为即使你们有心,也根本无法阻止任何事情,而且你们还将不得不把这件事情也与其余的事情一起让步给平民。
ἀλλὰ γὰρ ὅτι μὲν οὐ συνοίσει μοι πρὸς ἀσφάλειαν ἥδε, ἣν ὑμεῖς μὲν κάθοδον καλεῖτε, ἐγὼ δὲ ταχεῖαν ὁδὸν ἐπὶ τὸν ὄλεθρον, οὐ πολλῶν οἴομαι δεῖν ἔτι λόγων·
然而,这桩被你们称为“归国”,而被我称为“走向毁灭的捷径”的事情,并不会给我的安全带来好处,我想这已经不需要更多的言语了。
ὅτι δʼ οὐδὲ πρὸς εὐδοξίαν ἢ τιμὴν ἢ πρὸς εὐσέβειαν, ἐπειδὴ καὶ σὺ τούτων, ὦ Μηνύκιε, πρόνοιαν ἔχειν με ἠξίους, εὖ ποιῶν, ἀλλʼ αἴσχιστά μοι καὶ ἀνοσιώτατα πραχθήσεται πεισθέντι ὑμῖν, ἄκουσον ἐν τῷ μέρει.
然而,它同样无益于名声、荣誉或虔敬——弥努基乌斯啊,你曾理所当然地要求我考虑到这些——相反,如果我听信了你们,我将会做出最可耻、最不敬的行为,关于这一点,请顺次听我道来。
§8.32.3ἐγὼ πολέμιος ἐγενόμην τούτοις καὶ πολλὰ ἠδίκησα αὐτοὺς ἐν τῷ πολέμῳ, τῇ πατρίδι πράττων ἡγεμονίαν καὶ ἰσχὺν καὶ κλέος.
我曾是这些人的敌人,在战争中给他们造成了许多伤害,以此来为祖国谋取霸权、力量和荣耀。
οὐκοῦν προσῆκέ μοι τιμᾶσθαι μὲν ὑπὸ τῶν εὖ πεπονθότων, μισεῖσθαι δʼ ὑπὸ τῶν ἠδικημένων;
因此,我不应该受到受惠者的尊崇,而被受害者憎恨吗?
εἰ γοῦν τι τῶν εἰκότων ἐγένετο.
如果哪怕发生了一点合乎情理的事,本该如此。
ἀνέτρεψε δʼ ἀμφότερα ταῦθʼ ἡ τύχη, καὶ εἰς τἀναντία μετέθηκε τὰς ἀξιώσεις.
然而命运颠覆了这两者,并将我们应得的对待推向了反面。
ὑμεῖς μὲν γάρ, ὑπὲρ ὧν τούτοις ἐχθρὸς ἦν, ἀφείλεσθέ με πάντα τἀμὰ καὶ τὸ μηδὲν ποιήσαντες ἐρρίψατε· οὗτοι δʼ οἱ τὰ δεινὰ ὑπʼ ἐμοῦ παθόντες, τὸν ἄπορον καὶ ἀνέστιον καὶ ταπεινὸν καὶ §8.32.4ἄπολιν ὑπεδέξαντό με ταῖς ἑαυτῶν πόλεσι.
因为正是你们这些让我与他们结仇的人,剥夺了我所有的财产,将我化为虚无并抛弃;而那些在我手下遭受过可怕灾难的人,却将我这个无依无靠、无家可归、卑微且失去城邦的人,接纳到了他们自己的城市之中。
καὶ οὐκ ἀπέχρη αὐτοῖς τοῦτο ποιήσασι μόνον οὕτω λαμπρὸν καὶ μεγαλόψυχον ἔργον, ἀλλὰ καὶ πολιτείαν ἔδοσάν μοι ἐν ἁπάσαις ταῖς ἑαυτῶν πόλεσι καὶ ἀρχὰς καὶ τιμάς, αἳ μέγισται παρʼ αὐτοῖς εἰσιν.
而且,仅仅做出这样光彩夺目且宽宏大量的举动对他们来说还不够,他们甚至在他们所有的城市中授予我公民权,并给予我他们之中最崇高的官职和荣誉。
ἐῶ τἆλλα· ἀλλὰ νυνὶ στρατηγὸν ἀποδεδείχασί με αὐτοκράτορα τῆς ὑπερορίου στρατιᾶς καὶ πάντα τὰ κοινὰ ἐπʼ ἐμοὶ πεποιήκασι μόνῳ.
其余的事姑且不论;但就在现在,他们已经任命我为境外远征军的全权统帅,并将所有的公共事务都交由我一人决断。
§8.32.5φέρε δή, τίνα λαβὼν καρδίαν προδοίην ἂν ἔτι τούτους, ὑφʼ ὧν τηλικαύταις κεκόσμημαι τιμαῖς, οὐθὲν οὔτε μεῖζον οὔτʼ ἔλαττον ἀδικηθείς;
那么,在没有受到他们任何或大或小的伤害的情况下,我该怀着怎样的心肠,去背叛这些用如此崇高的荣誉装点我的人呢?
εἰ μὴ ἄρα αἱ χάριτες αὐτῶν ἀδικοῦσί με, ὥσπερ ὑμᾶς αἱ ἐμαί·
除非是他们的恩惠伤害了我,就像我的恩惠伤害了你们一样。
καλήν γε δόξαν οἴσει μοι παρὰ πᾶσιν ἀνθρώποις γνωσθεῖσα ἡ παλιμπροδοσία.
这反复无常的叛变一旦传开,真会给我在所有人面前带来极好的名声啊!
τίς δʼ ἂν ἐπαινέσειέ με ἀκούσας, ὅτι τοὺς μὲν φίλους, ὑφʼ ὧν εὖ πάσχειν μοι προσῆκε, πολεμίους εὑρών, τοὺς δʼ ἐχθρούς, ὑφʼ ὧν ἐχρῆν με ἀπολωλέναι, φίλους, ἀντὶ τοῦ μισεῖν μὲν τὰ μισοῦντα, φιλεῖν δὲ τὰ φιλοῦντα, τὴν ἐναντίαν γνώμην ἔσχον;
又有谁在听说以下这件事后会称赞我呢:我发现本该恩待我的朋友变成了敌人,而本该置我于死地的敌人变成了朋友,但我不仅没有去恨那恨我的、爱那爱我的,反而抱持了完全相反的态度?

词汇与语法注释

  1. 8.32.2δυνησομένων — 分词 `δυνησομένων` 和 `ἀναγκαζομένων` 为属格复数,在意义上(ad sensum)与前文物主形容词 `τῆς ὑμετέρας`(你们的)中所暗含的人称代词属格 `ὑμῶν`(你们)相一致,起到了类似于表示原因或让步的属格独立分词结构的作用。
  2. 8.32.3εἰ γοῦν τι — 这是一个带有直陈式过去时态的条件从句(虚拟语气),省略了主句。它暗示“如果哪怕发生了一点合乎情理的事,(本该如此)”,用以强调在现实中那种理所当然的因果(受惠者的感激和受害者的憎恨)并未发生。
  3. 8.32.5τοὺς μὲν φίλους — 复杂长句的结构梳理:该句对比了 `τοὺς μὲν φίλους ... πολεμίους εὑρών`(发现朋友变成敌人)与 `τοὺς δʼ ἐχθρούς ... φίλους [εὑρών]`(发现敌人变成朋友,此处省略了分词 `εὑρών`)。这两个并列成分均由介词带不定式的结构 `ἀντὶ τοῦ...`(代替……)所引导,最终作为修饰成分作用于主句动词 `ἔσχον`(抱持)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.32.1-8.32.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.32.1-8.32.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。