§8.28.1φέρε, ἐὰν δὲ δὴ κατορθώσῃς, τί τὸ θαυμαστὸν ἔσται σοι καὶ περιμάχητον ἀγαθόν, ἢ τίνας ἐξοίσῃ δόξας;
“且慢,但如果你真的成功了,你会得到什么令人惊叹、值得争夺的好处,或者你会赢得什么样的名声呢?
καὶ γὰρ τοῦτʼ ἐξέτασον.
因为你也应当审视这一点。
πρῶτον μὲν τῶν φιλτάτων τε καὶ ἀναγκαιοτάτων ὑπάρξει σοι στερέσθαι σωμάτων, μητρὸς ἀθλίας, ᾗ γενέσεως καὶ τροφῆς καὶ τῶν ἄλλων ὧν ἔσχεν ἐπὶ σοὶ πόνων οὐ καλὰς ἀμοιβὰς ἀποδίδως· ἔπειτα γαμετῆς σώφρονος, ἣ διὰ τὸν σὸν πόθον ἐν ἐρημίᾳ καὶ χηρείᾳ κάθηται πᾶσαν ἡμέραν καὶ νύκτα τὰς σὰς φυγὰς ὀδυρομένη· πρὸς δὲ τούτοις τέκνων δυεῖν, οὓς ἐχρῆν ἀγαθῶν προγόνων ὄντας ἀπογόνους καρποῦσθαι τὰς ἐκείνων τιμὰς εὐδοξοῦντας ἐν εὐτυχούσῃ τῇ πατρίδι.
首先,你注定要失去你最亲爱、最亲近的亲人——你那可怜的母亲,你没有为她生养你的恩情以及她为你所承受的其他辛劳给予美好的回报;其次,是你那贤惠的妻子,由于对你的思念,她日夜枯坐在孤独与守寡的状态中,哀悼你的流亡;此外还有你的两个孩子,他们本是高贵祖先的后代,理应在繁荣的祖国中享有崇高的声誉,并继承他们的荣耀。
§8.28.2ὧν ἁπάντων οἰκτρὰς καὶ ἀτυχεῖς ἀναγκασθήσῃ θεωρεῖν καταστροφάς, εἰ τολμήσεις προσάγειν τοῖς τείχεσι τὸν πόλεμον·
如果你敢向城墙发动战争,你将被迫目睹他们所有人悲惨而极其不幸的结局。
οὐ γὰρ δὴ φείσονται τῶν σῶν οὐθενὸς οἱ περὶ τῶν σφετέρων κινδυνεύοντες καὶ εἰς τὰ ὅμοια κακῶς ὑπὸ σοῦ πάσχοντες, ἀλλʼ εἰς αἰκισμοὺς αὐτῶν δεινοὺς καὶ ὕβρεις ἀνηλεεῖς καὶ πᾶσαν ἄλλην ἰδέαν προπηλακισμοῦ χωρήσουσιν ὑπὸ τῶν συμφορῶν βιαζόμενοι·
因为那些为自己的家园冒险、并同样因你而遭受苦难的人,绝不会宽恕你的任何亲人,而是在不测之祸的逼迫下,对他们施以可怕的虐待、无情的侮辱以及其他各种形式的作践。
καὶ τούτων οὐχ οἱ δρῶντες, ἀλλʼ ὁ τὴν ἀνάγκην αὐτοῖς ἐπιτιθεὶς αἴτιος ἔσῃ·
而这些事情的罪魁祸首,不是那些施暴者,而是将这种无可奈何的处境强加给他们的你。
§8.28.3ἡδονὰς μὲν δὴ τοιαύτας καρπώσῃ κατὰ γνώμην χωρήσαντός σοι τοῦδε τοῦ ἔργου, ἔπαινον δὲ καὶ ζῆλον καὶ τιμάς, ὧν ὀρέγεσθαι χρὴ τοὺς ἀγαθοὺς ἄνδρας, σκόπει ποίας τινάς·
如果这件差事如你所愿地进行,你确实会收获这样的快乐;但是,对于优秀的人应该追求的赞美、羡慕和荣誉,且看它们会变成什么样!
μητροκτόνος κεκλήσῃ καὶ παιδοφόνος καὶ γυναικὸς ἀλιτήριος καὶ πατρίδος ἀλάστωρ, καὶ οὔτε θυσιῶν οὔτε σπονδῶν οὔθʼ ἑστίας, ὅποι ποτʼ ἂν ἀφίκῃ, κοινωνεῖν ἐθελήσει σοι τῶν εὐσεβῶν καὶ δικαίων οὐθείς, αὐτοῖς τʼ οὐκ ἔσῃ τίμιος, οἷς εὔνοιαν ἐνδεικνύμενος ταῦτα δρᾷς, ἀλλὰ καρπωσάμενοί τινα ἕκαστος τούτων ἐκ τῶν σῶν ἀσεβημάτων ὠφέλειαν μισήσουσι τὴν αὐθάδειαν τοῦ τρόπου.
你将被斥为杀母者、弑子者、妻子的毁灭者以及祖国的复仇恶灵;无论你走到哪里,虔诚和正直的人中没有一个人愿意与你共享祭祀、献祭或炉灶。 你也不会受到那些你向其示好而做这些事的那些人(沃尔斯奇人)的尊重;相反,他们每个人在从你的不敬之举中捞到一些好处之后,都会憎恨你性格中的傲慢狂妄。
§8.28.4ἐῶ γὰρ λέγειν, ὅτι χωρὶς τοῦ μίσους, ὃ παρὰ τῶν ἐπιεικεστάτων ἕξεις, καὶ φθόνος ἀπαντήσεται πολὺς ἐκ τῶν ἴσων καὶ φόβος ἐκ τῶν ἡσσόνων καὶ διʼ ἄμφω ταῦτʼ ἐπιβουλαὶ καὶ ἄλλα πολλὰ καὶ χαλεπά, ὅσα εἰκὸς συμπεσεῖν ἀνδρὶ ἐρήμῳ φίλων καὶ ἐν ξένῃ ὄντι γῇ.
因为我姑且不谈,除了你将从最正派的人那里得到的恨意之外,同等地位的人还会对你产生巨大的嫉妒,地位低下的人会对你产生恐惧,而由于这两点,阴谋以及许多其他艰难的处境也会接踵而至,正如一个失去朋友且身处异乡的人所可能遭遇的那样。
τὰς γὰρ δὴ παρὰ θεῶν τε καὶ δαιμόνων ἐπιπεμπομένας τοῖς ἀνόσια καὶ δεινὰ διαπραξαμένοις ἐρινύας ἐῶ, ὑφʼ ὧν αἰκιζόμενοι ψυχάς τε καὶ σώματα κακοὺς μὲν διαντλοῦσι βίους, §8.28.5οἰκτρὰς δʼ ὑπομένουσι τελευτάς.
对于神明和神灵降在犯下不敬和可怕罪行之人身上的复仇女神们,我也姑且不表。 在她们对灵魂和肉体的折磨下,那些人艰难地度过悲惨的一生,并承受着可怜的结局。
ταῦτʼ ἐνθυμηθείς, ὦ Μάρκιε, μετάγνωθι καὶ παῦσαι μνησικακῶν τῇ σεαυτοῦ πατρίδι·
马尔基乌斯啊,想到这些,请你悔改吧,不要再对你自己的祖国心怀怨恨。
τύχην τε πάντων αἰτίαν ἡγησάμενος ὧν πέπονθας πρὸς ἡμῶν ἢ δέδρακας ἡμᾶς κακῶν, ἄπιθι χαίρων ἐπὶ τὰ οἰκεῖα, καὶ κόμισαι μητρός τε περιβολὰς προσηνεστάτας καὶ γυναικὸς φιλοφροσύνας ἡδίστας καὶ τέκνων ἀσπασμοὺς γλυκυτάτους, καὶ σεαυτὸν ἀπόδος ὀφείλημα κάλλιστον τῇ γειναμένῃ σε καὶ τηλικοῦτον ἄνδρα παιδευσαμένῃ πατρίδι.
将你从我们这里遭受的、或者你对我们所做的一切灾祸都归咎于命运,平平安安地回到自己的家中去吧,去接受你母亲最温存的拥抱、妻子最甜蜜的抚慰和孩子们最可爱的问候,并把你作为最美丽的债务,奉还给生育你并把你培养成如此伟人的祖国。 ”