Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.30.1-8.30.6

马尔基乌斯自辩功勋与谴责元老院的背叛

第 608 段,共 962 段 · 希腊语

内容简介

马尔基乌斯强调了自己无与伦比的军事功勋、无私的态度以及私生活的清白,为自己维护贵族制的政治立场进行辩护,并指责元老院在危难关头背叛并抛弃了他。

§8.30.1καὶ ταυτὶ μὲν ἴσως ἂν ἔχοι τις καὶ ἕτερος ὑπὲρ αὑτοῦ γενναῖος ἀνήρ, εἰ μὴ καὶ τοσαῦτα, λέγειν·
这些话,或许其他任何高尚的男子也能够为自己辩白,即使没有这么多功绩;但是,又有哪位将军或百夫长能够吹嘘自己攻占了整座城市,就像我攻占科里奥利人的城市那样?
ἀλλὰ πόλιν ὅλην τίς δύναιτʼ ἂν καυχήσασθαι στρατηγὸς ἢ λοχαγὸς ἑλών, ὥσπερ ἐγὼ τὴν Κοριολανῶν, καὶ τῆς αὐτῆς ἡμέρας ὁ αὐτὸς ἀνὴρ στρατιὰν πολεμίων τρεψάμενος, ὥσπερ ἐγὼ τὴν Ἀντιατῶν ἐπίκουρον τοῖς πολιορκουμένοις ἀφικομένην;
又有谁作为同一个人,在同一天里击溃了敌人的军队,就像我击退前来支援被围困者的安提乌姆人援军那样?
§8.30.2ἐῶ γὰρ λέγειν, ὅτι τοιαύτας ἀρετὰς ἀποδειξάμενος, ἐξόν μοι λαβεῖν ἐκ τῶν λαφύρων πολὺν μὲν χρυσόν, πολὺν δʼ ἄργυρον ἀνδράποδά τε καὶ ὑποζύγια καὶ βοσκήματα καὶ γῆν πολλὴν καὶ ἀγαθὴν οὐκ ἠξίωσα, ἀλλʼ ἀνεπίφθονον ὡς μάλιστα βουληθεὶς ἐμαυτὸν παρασχεῖν, πολεμιστὴν ἵππον ἕνα μόνον ἐκ τῶν λαφύρων ἔλαβον καὶ τὸν ἐμαυτοῦ ξένον ἐκ τῶν αἰχμαλώτων, τὸν δʼ ἄλλον πλοῦτον §8.30.3εἰς τὸ κοινὸν ἔθηκα φέρων.
我且不提,在展示了如此武勋之后,尽管我原本可以从战利品中分得许多黄金、许多白银、奴隶、役畜、牲畜以及许多肥沃的土地,我却不屑于这样做,而是希望尽可能使自己免遭嫉妒,因而仅从战利品中取了一匹战马,从俘虏中带走了我自己的客人,而将其余的财富带回并充入了公库。
πότερον οὖν τιμωρίας ἄξιος ἦν ἐπὶ τούτοις ὑπέχειν, ἢ τιμὰς λαμβάνειν, καὶ πότερον ὑπὸ τοῖς κακίστοις γενέσθαι τῶν πολιτῶν, ἢ τὰ δίκαια τάττειν αὐτὸς τοῖς ἥττοσιν;
那么,我难道应该为这些事情接受惩罚,还是应当获得荣誉? 我是应当屈服于公民中最恶劣的人,还是应当由我自己来向地位较低的人规定正义?
ἀλλʼ οὐ διὰ ταῦτά με ἀπήλασεν ὁ δῆμος, ἀλλʼ ὅτι περὶ τὸν ἄλλον βίον ἀκόλαστος καὶ πολυτελὴς καὶ παράνομος ἦν;
难道民众驱逐我不是因为这些,而是因为我在其余的生活中放荡、奢侈且违法吗?
καὶ τίς ἂν ἔχοι δεῖξαί τινα διὰ τὰς ἐμὰς παρανόμους ἡδονὰς ἢ τὴν πατρίδα φεύγοντα ἢ τὴν ἐλευθερίαν ἀπολωλεκότα ἢ χρημάτων στερόμενον ἢ ἄλλῃ τινὶ συμφορᾷ χρησάμενον;
又有谁能指出有任何人因为我的违法享乐而流亡祖国、失去自由、被剥夺财产或遭遇其他任何不幸?
ἀλλʼ οὐδὲ τῶν ἐχθρῶν με οὐδεὶς πώποτε ᾐτιάσατο οὐδὲ διέβαλεν ἐπʼ οὐδενὶ τούτων, ἀλλʼ ὑπὸ πάντων ἐμαρτυρεῖτό μοι καὶ ὁ καθʼ ἡμέραν ἀνεπίληπτος εἶναι βίος.
事实上,甚至连我的敌人也从未在这些事情上指责或诽谤过我,所有人都在见证我日常生活的无可指责。
§8.30.4ἀλλʼ ἡ προαίρεσις, νὴ Δία, φαίη τις ἄν, ἡ τῶν πολιτευμάτων σου μισηθεῖσα ταύτην ἐξειργάσατό σοι τὴν συμφοράν.
“但是,誓死以对,”有人可能会说,“正是你那令人憎恨的政治方针,给你带来了这场灾难。
ἐξὸν γὰρ ἑλέσθαι τὴν κρείττω μερίδα τὴν χείρονα εἵλου καὶ διετέλεις ἅπαντα καὶ λέγων καὶ πράττων, ἐξ ὧν καταλυθήσεται μὲν ἡ πάτριος ἀριστοκρατία, κύριος δʼ ἔσται τῶν κοινῶν ὄχλος ἀμαθὴς καὶ πονηρός.
因为当你可以选择更好的派别时,你却选择了更坏的,并且始终在言行上做着一切会导致祖传贵族制被瓦解、而无知和邪恶的暴民将主宰国政的事情。
ἀλλʼ ἔγωγε τἀναντία ἔπραττον, ὦ Μηνύκιε, καὶ ὅπως ἡ βουλὴ τῶν κοινῶν διὰ παντὸς ἐπιμελήσεται καὶ ὁ πάτριος διαμενεῖ κόσμος τῆς πολιτείας προὐνοούμην.
”然而,米努基乌斯啊,我所做的恰恰相反。 我一直致力于让元老院始终管理公共事务,并确保祖传的宪政秩序得以维持。
§8.30.5ἀντὶ τούτων μέντοι τῶν καλῶν ἐπιτηδευμάτων, ἃ τοῖς προγόνοις ἡμῶν ζηλωτὰ εἶναι ἐδόκει, τὰς εὐτυχεῖς ταύτας καὶ μακαρίας κεκόμισμαι παρὰ τῆς πατρίδος ἀμοιβάς, οὐχ ὑπὸ τοῦ δήμου μόνον ἐξελασθείς, ὦ Μηνύκιε, ἀλλὰ πολὺ πρότερον ὑπὸ τῆς βουλῆς, ἣ κατʼ ἀρχὰς ἐπαίρουσά με κεναῖς ἐλπίσιν, ἡνίκα τοῖς δημάρχοις τυραννίδα περιβαλλομένοις ἠναντιούμην, ὡς αὐτὴ παρέξουσα τὸ ἀσφαλές, ἐπειδὴ κίνδυνόν τινʼ ἐκ τῶν δημοτικῶν ὑπείδετο, §8.30.6ἀπέστη καὶ παρέδωκέ με τοῖς ἐχθροῖς.
然而,作为这些本该被我们的先祖视为值得效仿的高尚行径的回报,我却从祖国得到了如此“幸福和美满”的奖赏。 米努基乌斯啊,我不仅被民众驱逐,而且在很早之前就已被元老院所抛弃。 起初,当我反对那些企图夺取僭主权力的护民官时,元老院用虚无的希望怂恿我,仿佛她自己会提供安全保障;但当她察觉到来自平民派的某种危险时,她便退缩了,并将我交给了敌人。
σὺ μέντοι τότʼ αὐτὸς ὕπατος ἦσθα, ὦ Μηνύκιε, ὅτι τὸ προβούλευμα τὸ περὶ τῆς δίκης ἐγένετο, καὶ ἡνίκα Οὐαλέριος ὁ παραδιδόναι με τῷ δήμῳ παραινῶν σφόδρα ἐπὶ τοῖς λόγοις εὐδοκίμει, κἀγὼ δεδιώς, μὴ ψήφου δοθείσης ὑπὸ τῶν συνέδρων ἁλῶ, συνέγνων καὶ παρέξειν ἐμαυτὸν ὑπεσχόμην ἑκόντα ἐπὶ τὴν δίκην.
然而,米努基乌斯啊,当关于审判的预案通过时,你本人正是执政官;而当瓦莱里乌斯——那个建议将我移交给民众的人——因其言论而大受欢迎时,我因为害怕如果议员们进行投票我会落败,便表示同意,并承诺自愿出庭受审。

词汇与语法注释

  1. 8.30.1εἰ μὴ καὶ τοσαῦτα, λέγειν — 意为“即使没有那么多(可说的功绩)来讲述”。不定式 `λέγειν` 依附于 `ἔχοι ἄν`,起补充说明的作用,表示“能够说出”。
  2. 8.30.2ἐξόν — 无人称动词 `ἔξεστι`(允许、可能)的对格绝对构句,在此处表示让步(“尽管原本是可以……”)。
  3. 8.30.4ἐξ ὧν καταλυθήσεται — 在关系代词引导的从句中,使用将来时直说语气 `καταλυθήσεται`(以及 `ἔσται`),用以表示预期的结果或目的(“借此……将会被瓦解”)。
  4. 8.30.5ὡς αὐτὴ παρέξουσα — 连接词 `ὡς` 与将来时分词 `παρέξουσα`(阴性单数,与主语 `ἡ βουλή` 一致)结合使用,表示行为者(元老院)主观上的意图或承诺(“仿佛她自己将会提供……”)。
  5. 8.30.6ὅτι τὸ προβούλευμα τὸ περὶ τῆς δίκης ἐγένετο — 连接词 `ὅτι` 在此处用作表示时间的接续词(类似于 `ὅτε` 或 `ἡνίκα`),引导 `τὸ προβούλευμα... ἐγένετο` 从句,意为“当……的时候”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.30.1-8.30.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.30.1-8.30.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。