§8.27.1εἷς ἔτι μοι καταλείπεται λόγος, ὃν εἰ μὴ μετʼ ὀργῆς, ἀλλʼ ἐκ λογισμοῦ κρινεῖς, ὀρθῶς τʼ εἰρῆσθαι δόξει καὶ παραστήσεταί σοι μεταμέλεια τῶν πραττομένων.
我还剩下一个论点,如果你不用愤怒,而是用理智来评判它,它就会显得说得对,你也会对自己的所作所为产生悔意。
τίς δʼ ἐστιν οὗτος ὁ λόγος;
那么这个论点是什么呢?
οὐδενὶ θνητῷ φύντι θεοὶ τῶν μελλόντων ἔσεσθαι βεβαίαν ἐπιστήμην ἔδωκαν ἔχειν, οὐδʼ ἂν εὕροις ἐκ τοῦ παντὸς αἰῶνος, ὅτῳ πάντα κατὰ νοῦν ἐχώρησε τὰ πράγματα μηδὲν ἐναντιωθείσης τῆς τύχης.
神明没有给任何出生的凡人以拥有对未来事情的确切知识,在整个历史中,你也找不到任何一个人,他的所有事情都完全如愿以偿,而没有受到命运的任何阻碍。
§8.27.2καὶ διὰ τοῦτο οἱ φρονήσει προὔχοντες ἑτέρων, ἣν ὁ μακρὸς βίος καὶ τὰ πολλὰ μαθήματα φέρει, πρὶν ἐγχειρεῖν ὁτῳδήποτε ἔργῳ, τὸ τέλος αὐτοῦ πρῶτον οἴονται δεῖν σκοπεῖν, οὐ θάτερον μόνον, ὃ βούλονται γενέσθαι σφίσιν, ἀλλὰ καὶ τὸ παρὰ γνώμην ἐκβησόμενον· μάλιστα δʼ οἱ τῶν πολέμων ἡγεμόνες, ὅσῳ μειζόνων τε γίνονται πραγμάτων κύριοι, καὶ τὰς αἰτίας τῶν κατορθωμάτων ἢ σφαλμάτων ἅπαντες ἐπὶ τούτους ἀναφέρουσιν.
因此,那些在智慧上超越他人的人(这种智慧是漫长的一生和许多教训带来的),在着手进行任何工作之前,都认为必须首先考虑它的结局——不仅是他们希望发生在自己身上的那一种结局,而且还有那违背意愿而出现的结果;尤其是战争的领袖们,他们掌控的事情越是重大,大家就越是将成功或失败的原因归咎于他们。
ἔπειτʼ ἂν μὲν εὕρωσι μηδεμίαν ἐνοῦσαν ἢ μικρὰς καὶ ὀλίγας ἐν τῷ μὴ κατορθῶσαι βλάβας, ἅπτονται τῶν ἔργων, ἐὰν δὲ πολλὰς καὶ μεγάλας, §8.27.3ἀφίστανται.
然后,如果他们发现不成功所带来的损害完全没有、或者微小且寥寥无几,他们就会着手去做;但如果损害繁多且巨大,他们就会放弃。
τοῦτο δὴ καὶ σὺ ποίησον καὶ σκόπει πρὸ τῶν ἔργων, ἐὰν σφαλῇς κατὰ τὸν πόλεμον καὶ μὴ πάντα ὑπάρξῃ, τί συμβήσεταί σοι παθεῖν.
你也务必这样做,在行动之前先考虑一下,如果你在战争中失败,并非一切顺利,你将会遭受什么。
διʼ αἰτίας μὲν ἔσῃ παρὰ τοῖς ὑποδεξαμένοις, μέμψῃ δὲ καὶ αὐτὸς σεαυτόν, ὡς μείζοσιν ἐπιχειρήσας πράγμασιν ἢ δυνατοῖς· στρατιᾶς δʼ ἡμετέρας πάλιν ἐκεῖσε ἀφικομένης καὶ φθειρούσης τὴν ἐκείνων γῆν· οὐ γὰρ ἀνεξόμεθα μὴ ἀντιτιμωρούμενοι τοὺς ἄρξαντας ἡμᾶς κακῶς ποιεῖν· δυεῖν οὐκ ἂν ἁμάρτοις θατέρου, ἢ πρὸς αὐτῶν ἐκείνων, οἷς αἴτιος ἔσῃ συμφορῶν μεγάλων, αἰσχρῶς ἀναιρεθῆναι, ἢ πρὸς ἡμῶν, οὓς ἀποκτενῶν τε καὶ §8.27.4δουλωσόμενος ἦλθες.
你会在接纳你的人中受到谴责,你甚至也会自责,认为自己企图了超出能力范围的宏大之事;而我们的军队将会再次到达那里,并蹂躏他们的土地;因为我们绝不能容忍不对那些率先加害我们的人进行报复;你绝逃不出这两种结局之一:要么被那些因你而遭受巨大不幸的同一群人可耻地处死,要么被我们这些你前来企图杀戮和奴役的人杀死。
τάχα δʼ ἂν ἐκεῖνοι, πρὶν ἐν τῷ παθεῖν τι κακὸν γενέσθαι, διαλύσεις ποιεῖσθαι πρὸς ἡμᾶς ἐπιχειροῦντες ἔκδοτον ἀξιώσειαν ἐπὶ τιμωρίᾳ σε παραδιδόναι· ὃ πολλοὶ βάρβαροί τε καὶ Ἕλληνες εἰς τοιαύτας καταστάντες τύχας ἠναγκάσθησαν ὑπομεῖναι.
或许他们甚至会在遭受任何灾难之前,就企图与我们达成和解,并认为理应将你作为引渡之人交出来接受惩罚;许多蛮族和希腊人在陷入类似的境地时,都被迫忍受了这种命运。
ἆρά γε μικρὰ καὶ οὐκ ἄξια λόγου ταῦτʼ εἶναί σοι δοκεῖ καὶ δέον αὐτῶν ὑπεριδεῖν ἢ κακῶν συμπάντων τὰ ἔσχατα παθεῖν;
你难道觉得这些事情微不足道、不值一提,因而应该予以忽视,还是说你宁愿遭受所有不幸中最极端的痛苦?