§8.26.1ἀγαθὰ μὲν δὴ ταῦτα ὑπάρξει σοι διαλλαττομένῳ, μένοντι δʼ ἐπὶ τῆς ὀργῆς καὶ μὴ διαλυομένῳ τὸ μῖσος πρὸς ἡμᾶς πολλὰ καὶ χαλεπά, ἐξ ὧν ἐγὼ δύο τὰ μέγιστα νυνὶ καὶ φανερώτατα ἐρῶ.
如果你选择和解,这些美好的事物都将属于你;但如果你坚持愤怒,不消除对我们的仇恨,那么许多艰难苦难的事将等待着你,我在这里只说明其中最大、最明显的两点。
πρῶτον μὲν ὅτι δυσκόλου γενέσθαι, μᾶλλον δʼ ἀδυνάτου πράγματος πονηρὸν ἔρωτα ἔχεις, πόλεως τῆς Ῥωμαίων καθελεῖν τὴν ἰσχὺν καὶ ταῦτα τοῖς Οὐολούσκων ὅπλοις· ἔπειθʼ ὅτι σοι κατορθώσαντί τε καὶ δὴ τυχόντι πάντων ἀνθρώπων ὑπάρξει δυστυχεστάτῳ νομίζεσθαι.
第一,你对一件难以实现——或者说不可能实现——的事情抱有邪恶的渴望,即要摧毁罗马人的城市力量,而且还是用沃尔斯奇人的武力;第二,即使你成功并确实实现了这一切,你也将被视为所有人中最不幸的人。
ἐξ ὧν δὲ ταῦτα παρίσταταί μοι περὶ σοῦ φρονεῖν, ἄκουσον, ὦ Μάρκιε, μηθὲν πρὸς τὴν ἐλευθερίαν μου τῶν λόγων τραχυνόμενος.
马尔基乌斯,请听我说出我为什么对你抱有这种看法的理由,千万不要因为我言语中的坦率而动怒。
σκόπει δὲ πρῶτον ὑπὲρ τοῦ ἀδυνάτου.
首先,请考虑不可能性。
§8.26.2Ῥωμαίοις, ὡς οἶσθα καὶ σύ, πολλὴ μέν ἐστι νεότης ἐπιχώριος, ἧς εἰ τὸ στασιάζον ἐξαιρεθείη· γενήσεται δὲ τοῦτο κατὰ πολλὴν ἀνάγκην νυνὶ διὰ τόνδε τὸν πόλεμον, πάντα γὰρ ὑπὸ δέους κοινοῦ συνίστασθαι φιλεῖ τὰ διάφορα· οὐχ ὅτι Οὐολοῦσκοι κρατήσουσιν, ἀλλʼ οὐδὲ ἄλλο τῶν κατὰ τὴν Ἰταλίαν ἐθνῶν οὐθέν·
正如你所知,罗马人拥有庞大的本土青年,如果从他们中排除党派之争——由于这场战争,在极大必然性的推动下,这在现在必将发生,因为在共同的恐惧下,所有对立的派别通常都会团结一致——不仅沃尔斯奇人无法战胜,意大利的其他任何民族也无法战胜。
πολλὴ δʼ ἡ Λατίνων καὶ τῶν ἄλλων συμμάχων τε καὶ ἀποίκων τῆς πόλεως ἰσχύς, ἣν ὀλίγου πᾶσαν ἐπίκουρον ἥξειν προσδέχου·
此外,拉丁人以及该城其他同盟者和殖民者的力量也是巨大的,你可以预期他们几乎全部都会在不久后作为援军赶来。
στρατηγοί τε οἷος σὺ καὶ πρεσβύτεροι καὶ νέοι τοσοῦτοι τὸ πλῆθος, ὅσοι παρὰ πάσαις οὐκ εἰσὶ ταῖς ἄλλαις πόλεσι.
而且,像你这样的将军,以及年长者和青年人,其数量之多,是其他所有城市加起来都无法比拟的。
§8.26.3μεγίστη δὲ πασῶν βοήθεια καὶ τὰς ἐν τοῖς δεινοῖς ἐλπίδας οὐδέποθʼ ἡμῶν ψευσαμένη συμπάσης τʼ ἀμείνων ἀνθρωπίνης ἰσχύος, ἡ παρὰ τῶν θεῶν εὔνοια, διʼ οὓς οὐ μόνον ἐλευθέραν εἰς τόδε χρόνου τὴν πόλιν τήνδε οἰκοῦμεν ὀγδόην ἤδη τὴν νῦν γενεάν, ἀλλὰ καὶ εὐδαίμονα καὶ πολλῶν ἐθνῶν ἄρχουσαν.
而在这其中,所有帮助中最大的、且在危难中从未辜负我们希望的、甚至优于一切人类力量的,是来自神明的恩宠。 正因为他们,我们不仅直到今天依然自由地居住在这座城市里(如今已是第八代),而且国家繁荣昌盛,统治着许多民族。
§8.26.4μὴ δὲ Πεδανοῖς ἡμᾶς εἰκάσῃς μηδὲ Τολερίνοις μηδὲ τοῖς ἄλλοις μικροπολίταις, ὧν κατέσχες τὰ πολίχνια·
请不要把我们同佩达人、托莱里人以及你攻占其城堡的其他小城居民相提并论。
καὶ γὰρ ἥττων ἄν τίς σου στρατηγὸς καὶ ἀπʼ ἐλάττονος ἢ τοσαύτης στρατιᾶς ὀλιγανθρωπίαν καὶ φαυλότητα ἐρυμάτων ἐβιάσατο·
因为即便是一个不如你的将军,用比这更少的军队,也能凭武力克服他们人口的稀少和城防的脆弱。
ἀλλʼ ἐνθυμοῦ τὸ μέγεθος τῆς πόλεως καὶ τὴν λαμπρότητα τῶν ἐν τοῖς πολέμοις πράξεων καὶ τὴν ἐκ τοῦ θείου παροῦσαν αὐτῇ τύχην, §8.26.5δι’ ἣν ἐκ μικρᾶς τοσαύτη γέγονε.
相反,请你想一想这座城市的规模、其在战争中行动的辉煌,以及神明赋予它的运势,正因如此,它才得以由小变大。
καὶ τὴν σεαυτοῦ δύναμιν, ἣν ἄγων ἔργῳ τοσῷδε ἐπιχειρεῖς, μὴ νόμιζε ἠλλάχθαι, ἀλλὰ μέμνησο ἀκριβῶς, ὅτι Οὐολούσκων τε καὶ Αἰκανῶν στρατιὰν ἐπάγῃ, οὓς ἡμεῖς οἵδε ἐν πολλαῖς ἐνικῶμεν μάχαις, ὁσάκις ἡμῖν ἐτόλμησαν εἰς πόλεμον καταστῆναι·
至于你所率领去尝试如此伟大事业的自身力量,不要以为它已经发生了改变,而要准确地记住,你带来的是沃尔斯奇人和埃魁人的军队,而这些人在许多次战役中都被我们击败过,只要他们敢于同我们开战。
ὥστε σὺν τοῖς χείροσιν ἀγωνίζεσθαι μέλλων ἴσθι πρὸς τοὺς κρείττονας καὶ σὺν τοῖς ἡττωμένοις διὰ παντὸς πρὸς τοὺς νικῶντας ἀεί.
因此,要知道你将带着劣势者去对抗优势者,带着一向战败的人去对抗一向获胜的人。
§8.26.6εἰ δὲ δὴ τἀναντία τούτων ἦν, ἐκεῖνό γέ τοι θαυμάζειν ἄξιον, πῶς λέληθέ σε πολεμικῶν ὄντα πραγμάτων ἔμπειρον, ὅτι τὸ παρὰ τὰ δεινὰ εὔτολμον οὐκ ἐξ ἴσου παραγίνεσθαι φιλεῖ τοῖς θʼ ὑπὲρ οἰκείων ἀγαθῶν ἀγωνιζομένοις καὶ τοῖς ἐπὶ τἀλλότρια πορευομένοις·
但即便事实与此相反,对于你这样一个在军事事务上经验丰富的人,竟然忽视了这一点,确实令人惊异:在面对危险时的大胆,并不会同样产生于为自己的利益而战的人和去侵占他人财产的人身上。
οἱ μέν γʼ οὐδέν, ἐὰν μὴ κατορθώσωσι, βλάπτονται, τοῖς δʼ οὐδέν, ἐὰν πταίσωσι, καταλείπεται·
因为后者如果不成功,也不会受到什么损失,而前者如果失败,就将一由所有。
καὶ τοῦ σφάλλεσθαι τὰς μεγάλας δυνάμεις ὑπὸ τῶν ἐλαττόνων καὶ τὰς κρείττους ὑπὸ τῶν φαυλοτέρων τοῦτʼ ἐν τοῖς μάλιστʼ αἴτιον ἦν.
而大国被小国击败、强者被弱者击败,这正是最主要的原因之一。
δεινὴ γὰρ ἡ ἀνάγκη, καὶ ὁ περὶ τῶν ἐσχάτων κίνδυνος ἱκανὸς θάρσος ἐνθεῖναί τινι καὶ μὴ προϋπάρχον φύσει.
因为必然性是可怕的,而关乎生死存亡的危险,足以给那些天生缺乏勇气的人注入勇气。
εἶχον ἔτι πλείω λέγειν ὑπὲρ τοῦ ἀδυνάτου, ἀλλὰ καὶ ταῦθʼ ἱκανά.
关于不可能性的问题我本还可以说得更多,但这些也已经足够了。