§8.23.1ὅτι μὲν οὐ δίκαια πέπονθας ὑπὸ τοῦ δήμου, ὦ Μάρκιε, μετʼ αἰτίας αἰσχρᾶς ἐξελασθεὶς ἐκ τῆς πατρίδος, ἅπαντες ἴσμεν· καὶ οὐδὲν οἰόμεθά σε ποιεῖν θαυμαστόν, εἰ χαλεπαίνεις καὶ ἀγανακτεῖς ἐπὶ ταῖς τύχαις.
马尔基乌斯,我们大家都知道,你背负着可耻的指控被驱逐出祖国,受到了平民不公正的对待;如果你对自己的境遇感到愤怒和怨恨,我们认为这绝非什么不可思议的事。
κοινὸς γὰρ δὴ τῆς ἁπάντων φύσεως οὗτος ὁ νόμος, ἐχθρὸν εἶναι τῷ δράσαντι τὸ πεπονθὸς κακῶς.
因为这确实是所有人性中共同的法则:受害者必然成为加害者的仇敌。
§8.23.2ὅτι δʼ οὐ μετὰ λογισμοῦ σώφρονος ἐξετάζεις, οὓς ἀμύνεσθαί τε καὶ τιμωρεῖσθαί σοι προσῆκεν, οὐδὲ μετριάζεις περὶ τὴν ἀνάπραξιν τῆς δίκης, ἀλλʼ ἐν ταὐτῷ τίθεσαι τά τʼ ἀναίτια τοῖς αἰτίοις καὶ τὰ φίλια τοῖς πολεμίοις, νόμους τε κινεῖς φύσεως ἀκινήτους καὶ τὰ πρὸς τοὺς θεοὺς συνταράττεις ὅσια, καὶ οὐδὲ σεαυτὸν ἐξ ὧν τε καὶ ὅστις ἔφυς ἔτι μέμνησαι, τοῦτο τεθαυμάκαμεν.
但是,你没有用明智的理性去审视自己应该向谁反抗和报复,在惩罚的执行上也没有保持克制,反而将无罪之人与有罪之人同等对待,将友好之人与敌对之人置于同等地位,并且动摇了自然不可动摇的法则,扰乱了对神明的神圣义务,甚至不再记住自己是谁以及由谁所生——对此我们深感惊异。
§8.23.3ἥκομέν τʼ ἀποσταλέντες ὑπὸ τοῦ κοινοῦ πρέσβεις οἱ προὔχοντες ἡλικίᾳ τῶν πατρικίων καὶ περὶ σὲ προθυμότατοι μεμιγμένην φέροντες δικαιολογίαν παραιτήσει, καὶ ἐφʼ οἷς ἀξιοῦμέν σε διαλύσεσθαι τὴν ἔχθραν, πρὸς τὸν δῆμον ἀπαγγελοῦντες· πρὸς δὲ τούτοις, ἃ νομίζομεν εἶναι κάλλιστα καὶ συμφορώτατά σοι, ταῦτα παραινέσοντες.
因此,我们作为国家派遣的使节来到这里,我们是贵族中年长且对你最为热诚的人,带来了夹杂着恳求的正当申辩,并将向平民报告我们要求你消除敌意的条件;此外,我们还要向你提出我们认为对你最体面、最有利的建议。