Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.22.1-8.22.5

马尔基乌斯逼近罗马与元老院使团的派遣

第 600 段,共 962 段 · 希腊语

内容简介

马尔基乌斯迅速向罗马进军并在附近驻扎,引起城内居民恐慌,平民要求召回他。贵族随之决定派遣五位前执政官组成的使团前去谈判,以求和解与友好。

§8.22.1ἀκούσας δὲ ταῦτα παρʼ αὐτομόλων τινῶν ὁ Μάρκιος, ὡς εἶχεν ὀργῆς, εὐθὺς ἀναστήσας τὴν δύναμιν ἦγεν ἐπὶ τὴν Ῥώμην, φυλακὴν τοῦ Λαουινίου τὴν ἀρκοῦσαν καταλιπών· καὶ αὐτίκα τῆς πόλεως σταδίους τετταράκοντα ἀποσχὼν κατεστρατοπέδευσε περὶ τὰς καλουμένας Κλοιλίας τάφρους.
马尔基乌斯从一些逃兵那里听到这些消息后,在愤怒之下,立即拔营起兵,向罗马进军,在拉维尼乌姆留下了足够的守备队;随后,他在距离城市四十斯塔迪翁、所谓的“克洛伊里亚壕沟”附近驻扎下来。
§8.22.2μαθοῦσι δὲ τὴν παρουσίαν αὐτοῦ τοῖς κατὰ τὴν πόλιν τοσοῦτος ἐνέπεσε θόρυβος ὡς αὐτίκα τοῖς τείχεσι τοῦ πολέμου προσάξοντος, ὥσθʼ οἱ μὲν ἐπὶ τὰ τείχη τὰ ὅπλα λαβόντες ἔθεον ἄνευ παραγγέλματος, οἱ δʼ ἐπὶ τὰς πύλας κατὰ πλῆθος ἐφέροντο χωρὶς ἡγεμόνος, οἱ δὲ τοὺς δούλους καθοπλίσαντες ἐπὶ τοῖς τέγεσι τῶν οἰκιῶν ἵστασαν, οἱ δὲ τήν τʼ ἄκραν καὶ τὸ Καπιτώλιον καὶ τοὺς ἄλλους ἐρυμνοὺς τόπους τῆς πόλεως κατελαμβάνοντο, γυναῖκές τε λελυμέναι τὰς κόμας ἐπὶ τὰ τεμένη καὶ τοὺς νεὼς ἔθεον ὀλοφυρόμεναί τε καὶ δεόμεναι τῶν θεῶν ἀποστρέψαι τῆς πόλεως τὸν ἐπιόντα φόβον.
当市内的人们得知他已到来,心中升起极大的恐慌,仿佛他将立即把战争引向城墙一般,结果有的人在没有命令的情况下拿起武器奔向城墙,有的人在没有将领的情况下成群结队地涌向城门,有的人武装了自己的奴隶并将他们安放在房顶上,有的人则占领了卫城、卡皮托林以及城内其他险要之地;妇女们也披散着头发奔向神域和庙宇,哀号并祈求神明消除降临到城市的恐惧。
§8.22.3ὡς δʼ ἥ τε νὺξ παρῆλθε καὶ τῆς ἐπιούσης ἡμέρας τὸ πλεῖστον, καὶ οὐδὲν ὧν ἐδεδοίκεσαν ἐγίνετο, ἀλλʼ ἔμενεν ὁ Μάρκιος ἐφʼ ἡσυχίας, συνέδραμον ἅπαντες εἰς τὴν ἀγορὰν οἱ δημοτικοὶ καὶ τοὺς πατρικίους ἐκάλουν εἰς τὸ βουλευτήριον, καὶ εἰ μὴ προβουλεύσουσι τῷ ἀνδρὶ τὴν κάθοδον, αὐτοὶ βουλεύσεσθαι περὶ σφῶν αὐτῶν ἔφασαν ὡς προδιδόμενοι.
当夜幕过去,次日的大半时间也已逝去,而他们所惧怕的事一件也没有发生,马尔基乌斯依然按兵不动,所有的平民便一齐奔向广场,将贵族们召集到元老院议事堂,并声称如果贵族们不对那个人的归国做出预备决议,他们就将认为自己遭到了背叛,并自行决定自己的事务。
§8.22.4τότε δὴ συνελθόντες εἰς τὴν βουλὴν οἱ πατρίκιοι ψηφίζονται πρεσβευτὰς πρὸς τὸν Μάρκιον ἀποστεῖλαι πέντε ἄνδρας ἐκ τῶν πρεσβυτάτων, οὓς μάλιστʼ ἐκεῖνος ἠσπάζετο, περὶ διαλύσεώς τε καὶ φιλίας διαλεξομένους.
此时,在元老院集会的贵族们投票决定,派遣五位最年长、且最受马尔基乌斯器重的人作为使节前去见他,商谈和解与友好之事。
ἦσαν δʼ οἱ προχειρισθέντες ἀπʼ αὐτῶν ἄνδρες οἵδε, Μάρκος Μηνύκιος καὶ Πόστουμος Κομίνιος καὶ Σπόριος Λάρκιος καὶ Πόπλιος Πινάριος καὶ §8.22.5Κόιντος Σολπίκιος, ἅπαντες ὑπατικοί.
从他们当中选出的人如下:马尔科斯·米努基乌斯、波斯图穆斯·科米尼乌斯、斯普里乌斯·拉尔基乌斯、普布利乌斯·皮纳里乌斯,以及昆图斯·苏尔皮基乌斯,所有人都是执政官级别的人。
ὡς δʼ ἀφίκοντο ἐπὶ τὸ στρατόπεδον, καὶ ἔγνω τὴν παρουσίαν αὐτῶν ὁ Μάρκιος, καθεζόμενος ἅμα τοῖς ἐπιφανεστάτοις Οὐολούσκων τε καὶ τῶν ἄλλων συμμάχων, ἔνθα πλεῖστοι ἔμελλον ἀκούσεσθαι τῶν λεγομένων, ἐκέλευσε καλεῖν τοὺς ἄνδρας.
当他们到达营地,马尔基乌斯得知他们到来时,他与沃尔斯奇人及其他盟友中最显贵的人坐在一起——选在一个能让最多人听到谈话内容的地方——下令传唤这些人。
εἰσελθόντων δʼ αὐτῶν ἤρξατο τοῦ λόγου Μηνύκιος, ὁ πλεῖστα κατὰ τὸν τῆς ὑπατείας χρόνον σπουδάσας ὑπὲρ αὐτοῦ, καὶ μάλιστα τοῖς δημοτικοῖς ἐναντιωθείς, καὶ ἔλεξε τοιάδε.
在他们进来后,曾在执政官任内为他奔走最多、且最极力反对平民的米努基乌斯开始发言,说了以下这番话。

词汇与语法注释

  1. 8.22.1ὡς εἶχεν ὀργῆς — 副词 ὡς 与用作不及物动词的 ἔχω(处于某种状态)结合,后接关系属格的习惯用法。字面意为“处于愤怒的状态中”,即“极其愤怒地”。
  2. 8.22.2μαθοῦσι δὲ τὴν παρουσίαν αὐτοῦ τοῖς κατὰ τὴν πόλιν — 与格复数不定过去时分词 `μαθοῦσι` 与紧随其后的与格名词短语 `τοῖς κατὰ τὴν πόλιν` 一致。它在句中充当主控动词 `ἐνέπεσε` 的关系与格(或利益与格),意思是“对于市内那些得知他到来的人来说,……落到了他们身上”。
  3. 8.22.2ὡς αὐτίκα τοῖς τείχεσι τοῦ πολέμου προσάξοντος — 带连接词 `ὡς` 的属格独立分词结构,表示主观的预料或原因。分词 `προσάξοντος`(将来主动式)的主语在上下文里被省略,通常理解为马尔基乌斯本人(“仿佛他将立即带来战争”),也有人将其理解为以“战争”(`ὁ πόλεμος`)为主语。
  4. 8.22.3εἰ μὴ προβουλεύσουσι ... αὐτοὶ βουλεύσεσθαι — 间接引语中的条件句。条件从句 `εἰ μὴ προβουλεύσουσι` 保留了直接引语中的将来直陈式,带有强烈的警告或威胁意味(“如果他们不做出预备决议”)。主句 `αὐτοὶ βουλεύσεσθαι` 是受 `ἔφασαν` 控制的动词不定式。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.22.1-8.22.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.22.1-8.22.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。