§8.24.1ἀρχέτω δʼ ὁ περὶ τῶν δικαίων λόγος.
且让我们从关于正义的论点开始。
συνέστη τὸ δημοτικὸν ἐπὶ σοὶ παροξυνθὲν ὑπὸ τῶν δημάρχων, καὶ ἧκον ὡς ἀποκτενοῦντές σε ἄκριτον, οἷς φοβερὸς ἦσθα.
平民在平民保民官的煽动下联合起来反对你,他们因对你心怀恐惧,便前来企图未经审判就将你杀死。
τοῦτο τὸ ἔργον ἐκωλύσαμεν ἡμεῖς οἱ ἐκ τοῦ συνεδρίου καὶ παρέσχομέν σοι μηθέν, ὃ μὴ δίκαιον ἦν τότε παθεῖν.
这一行径被我们这些元老院成员阻止了,我们确保了你当时没有遭受任何不公正的对待。
μετὰ τοῦτο προὐκαλοῦντό σε οἱ κωλυθέντες ἀνελεῖν ἐπὶ δίκην, αἰτιασάμενοι πονηροὺς κατʼ αὐτῶν εἰπεῖν ἐν τῇ βουλῇ λόγους.
在此之后,那些被阻止杀害你的人,指控你在元老院中发表了针对他们的恶毒言论,并传唤你接受审判。
§8.24.2ἐνέστημεν καὶ πρὸς τοῦτο, ὡς οἶσθα, καὶ οὐκ ἐπετρέψαμεν οὔτε γνώμης οὔτε λόγων ὑποσχεῖν σε δίκας.
正如你所知,我们也对此表示反对,不允许你因自己的观点或言论而接受审判。
ἀποτυχόντες καὶ τούτου τελευτῶντες ἧκον ἐφʼ ἡμᾶς αἰτιώμενοί σε τυραννίδι ἐπιχειρεῖν.
在这件事上也失败之后,他们最终来到我们面前,指控你企图建立僭主统治。
ταύτην αὐτὸς ὑπέμεινας ἀπολογήσασθαι τὴν αἰτίαν, ἐπειδὴ πάμπολυ ἀπεῖχες αὐτῆς, καὶ παρέσχες τοῖς δημοτικοῖς περὶ σεαυτοῦ τὴν ψῆφον ἀναλαβεῖν.
你本人接受了对这一指控进行申辩,因为你与此相去甚远,并且你允许平民对你进行投票表决。
§8.24.3ἡ βουλὴ δὲ καὶ τότε παρῆν καὶ πολλὰς ἐποιεῖτο δεήσεις περὶ σοῦ.
元老院当时也在场,并为你做了许多恳求。
τίνος οὖν ἡμεῖς οἱ πατρίκιοι τῶν συμβεβηκότων σοι κακῶν γεγόναμεν αἴτιοι, καὶ διὰ τί πολεμεῖς ἡμῖν τοσαύτην εὔνοιαν ἀποδειξαμένοις περὶ σὲ κατὰ τὸν τότε ἀγῶνα;
那么,在你所遭受的种种灾祸中,我们贵族究竟是哪一项的起因? 为什么你要与我们在那场斗争中对你展现出如此巨大善意的人开战?
ἀλλὰ μὴν οὐδὲ τὸ δημοτικὸν ἅπαν ἐξελασθῆναί σε βουλόμενον εὑρέθη· δυσὶ γοῦν ψήφοις ἑάλως μόναις, ὥστʼ οὐδὲ τούτοις ἂν εἴης σὺν δίκῃ πολέμιος, οἵ σε ὡς οὐδὲν ἀδικοῦντα ἀπέλυσαν.
况且,甚至并非所有的平民都希望你被驱逐;事实上,你仅因两票之差而被判有罪,因此对于那些认为你毫无过错而判你无罪的人,你也无法公正地与他们为敌。
§8.24.4τίθημι δʼ, εἰ βούλει, πᾶσι μὲν τοῖς δημόταις δόξαν, ὅλῃ δὲ τῇ βουλῇ φανὲν ταύτῃ χρήσασθαί σε τῇ συμφορᾷ, καὶ δίκαιον εἶναί σου τὸ πρὸς ἅπαντας ἡμᾶς μῖσος· ἀλλʼ αἱ γυναῖκές σε, ὦ Μάρκιε, τί δεινὸν εἰργάσαντο, ἀνθʼ ὅτου πολεμεῖς αὐταῖς;
但如果你愿意,我们大可假设,所有的平民都如此决定,且整个元老院都认为你应该遭受这一不幸,而你对我们所有人的仇恨也是公正的;但是,马尔基乌斯,妇女们对你做了什么可怕的事,以至于你要与她们为敌?
ποίαν ἐπενέγκασαι περὶ φυγῆς ψῆφον ἢ τίνας εἰποῦσαι κατὰ σοῦ πονηροὺς λόγους;
关于你的流放,她们投了什么票,或者对你说了什么恶毒的话?
§8.24.5τί δʼ οἱ παῖδες ἡμῶν δράσαντες ἢ διανοηθέντες ἀδικεῖν περὶ σοῦ κινδυνεύουσιν ὑπὲρ αἰχμαλωσίας καὶ τῶν ἄλλων, ἃ παθεῖν αὐτοὺς εἰκός, ἐὰν ἡ πόλις ἁλῷ;
至于我们的孩子们,他们对你做了什么,或者策划了什么不公正的事,以至于在城市被攻陷时,要冒着成为俘虏以及其他他们很可能遭受的灾难的危险?
οὐ τὰ δίκαια διαιτᾷς, ὦ Μάρκιε, καὶ εἰ τοῦτον οἴει δεῖν τὸν τρόπον τὰ ὑπαίτια καὶ ἐχθρὰ μισεῖν, ὥστε μηδὲ τῶν ἀναιτίων φείδεσθαι καὶ φιλίων, οὐκ ἄρα τὰ προσήκοντα ἀνδρὶ ἀγαθῷ §8.24.6φρονεῖς.
马尔基乌斯,你没有公正地裁决,如果你认为应当以这种不放过无辜者和友好者的方式去憎恨有罪者和敌对者,那么你的想法绝不配称为一个善人。
ἵνα δὲ πάντα ταῦτα ἀφῶ, τί ἂν ἔχοις εἰπεῖν, ὦ πρὸς Διός, εἴ τις ἔροιτό σε, τοὺς δὲ δὴ τάφους τῶν προγόνων τί παθὼν ἀνασκάπτεις καὶ τιμάς, ἃς κομίζονται παρʼ ἀνθρώπων, ἀφαιρῇ;
但姑且把这一切搁置一边,指着宙斯发誓,如果有人问你:‘你究竟遭受了什么,竟要挖掘祖先的坟墓,剥夺他们从人们那里获得的敬意?
θεῶν δὲ βωμοὺς καὶ τεμένη καὶ νεὼς τίνος ἀδικήματος ὀργῇ συλᾷς καὶ κατακαίεις καὶ ἀνατρέπεις καὶ σεβασμῶν οὐκ ἐᾷς τυγχάνειν τῶν νομίμων;
又是因为什么不公,在你的愤怒中,掠夺、烧毁、推倒神明的祭坛、圣域和神殿,不容许它们获得法定的崇敬?
τί πρὸς ταῦτα φαίης ἄν;
’对于这些,你能说什么?
ἐγὼ μὲν γὰρ οὐδὲν ὁρῶ.
就我而言,我看不到任何说辞。
§8.24.7ταῦτά σοι περί τε ἡμῶν αὐτῶν, ὦ Μάρκιε, τῶν ἐκ τοῦ συνεδρίου καὶ περὶ τῶν ἄλλων πολιτῶν, οὓς ἀπολέσαι προθυμῇ κακὸν οὐδὲν ὑπʼ αὐτῶν πεπονθώς, τάφων τε καὶ ἱερῶν καὶ πόλεως τῆς γειναμένης τε καὶ θρεψαμένης τὰ δίκαια εἰρήσθω.
马尔基乌斯,关于我们这些元老院成员本身,关于你虽未遭受其任何伤害却急于消灭的其他市民,以及关于坟墓、神殿,和生育并抚养了你的城市,让这些话作为出于正义之言吧。