§8.19.1ἐντεῦθεν δὲ τὴν δύναμιν ἀναλαβὼν ἦγεν ἐπὶ τοὺς καλουμένους Λαβικανούς.
他从那里率领军队,向被称为拉比卡尼人的人群进发。
ἦν δὲ καὶ αὕτη τότε Λατίνων ἡ πόλις Ἀλβανῶν ὥσπερ καὶ ἄλλαι ἄποικος.
当时这座城市也是阿尔巴人的殖民地,正如其他城市一样,属于拉丁人。
καταπλήξασθαι δὲ βουλόμενος τοὺς ἔνδον ἔκαιεν αὐτῶν τὴν χώραν εὐθὺς ἐπιών, ὅθεν μάλιστα ἔμελλον ὄψεσθαι τὴν φλόγα.
他想让城内的人感到恐惧,于是一到达就立即烧毁了他们的领土,并从他们最容易看到火焰的地方开始。
οἱ δὲ Λαβικανοὶ τεῖχος εὖ κατεσκευασμένον ἔχοντες οὔτε κατεπλάγησαν αὐτοῦ τὴν ἔφοδον οὔτε μαλακὸν ἐνέδοσαν οὐδέν, ἀλλʼ ἀντεῖχον ἀπομαχόμενοι γενναίως καὶ πολλάκις ἐπιβαίνοντας τοῦ §8.19.2τείχους τοὺς πολεμίους ἀπήραξαν.
但拉比卡尼人拥有建造良好的城墙,既没有被他的来袭所吓倒,也没有表现出任何软弱,而是勇敢地抵抗,多次将试图登上城墙的敌军击落下去。
οὐ μὴν εἰς τέλος γʼ ἀντέσχον ὀλίγοι πρὸς πολλοὺς ἀγωνιζόμενοι καὶ χρόνον οὐδὲ τὸν ἐλάχιστον ἀναπαυόμενοι.
然而,他们毕竟是少数人对抗多数人,而且连一丁点休息的时间都没有,因此最终没能坚持到底。
πολλαὶ γὰρ προσβολαὶ καὶ καθʼ ὅλην τὴν πόλιν ἐγίνοντο ὑπὸ τῶν Οὐολούσκων ἐκ διαδοχῆς ὑποχωρούντων μὲν αἰεὶ τῶν κεκμηκότων, ἑτέρων δὲ προσιόντων νεαρῶν· πρὸς οὓς ἀγωνιζόμενοι διʼ ὅλης ἡμέρας, καὶ οὐδὲ τὸν τῆς νυκτὸς ἀναπαυσάμενοι χρόνον ἐκλιπεῖν ἠναγκάσθησαν τὸ τεῖχος ὑπὸ κόπου.
因为沃尔斯奇人对整个城市发起了多次轮番进攻,疲惫的人总是退下,而其他新鲜的力量则不断顶上;拉比卡尼人与他们战斗了整整一天,甚至在夜间也没有休息,最终因精疲力竭而不得不放弃城墙。
παραλαβὼν δὲ καὶ ταύτην ὁ Μάρκιος τὴν πόλιν ἐξηνδραποδίσατο καὶ τοῖς στρατιώταις ἐφῆκε μερίσασθαι τὰς ὠφελείας.
马尔基乌斯占领了这座城市后,也奴役了其居民,并允许士兵们瓜分战利品。
§8.19.3ἀναστήσας δὲ τὴν δύναμιν ἐκεῖθεν ἐπὶ τὴν Πεδανῶν πόλιν· ἦν δὲ καὶ αὕτη τοῦ Λατίνων γένους·
随后,他从那里撤走军队,前往佩达人的城市——这座城市也属于拉丁部族。
συντεταγμένην ἔχων τὴν στρατιὰν ἀφικνεῖται καὶ αὐτὴν ἅμα τῷ πλησιάσαι τοῖς τείχεσιν αἱρεῖ κατὰ κράτος.
他率领着整齐的军队抵达,一靠近城墙就强袭占领了它。
καὶ ταὐτὰ διαθεὶς ὅσα τὰς πρότερον ἁλούσας ἕωθεν εὐθὺς ἀναστήσας τὴν δύναμιν ἦγεν ἐπὶ Κορβιῶνα.
在对该城进行了与之前攻陷的城市相同的处置后,他于次日清晨立即率军撤离,前往科尔比奥。
§8.19.4ὄντι δʼ αὐτῷ πλησίον τοῦ τείχους τὰς πύλας ἀνοίξαντες οἱ ἔνδον ἀπαντῶσιν ἀντὶ τῶν ὅπλων προτείνοντες ἱκετηρίας καὶ παραδιδόντες ἀμαχητὶ τὸ τεῖχος.
当他接近城墙时,城内的人打开城门出来迎接他,他们没有手持武器,而是递上象征恳求的枝条,无血开城。
οὓς ἐπαινέσας ὡς τὰ κράτιστα περὶ σφῶν βεβουλευμένους, ἐκέλευσεν ὧν ἔδει τῇ στρατιᾷ φέροντας ἥκειν ἀργύριόν τε καὶ σῖτον, καὶ λαβὼν ὅσα προσέταξεν ἀπῆγε τὴν δύναμιν ἐπὶ τὴν Κοπιολανῶν πόλιν.
他赞扬他们做出了最明智的决定,命令他们带上军队所需的钱财和粮食前来,在收到了所要求的物资后,他率军前往科皮奥拉人的城市。
παραδόντων δὲ κἀκείνην τῶν ἔνδον ἀμαχητὶ καὶ μετὰ πολλῆς προθυμίας ἀγοράς τε παρασχόντων τῇ δυνάμει καὶ χρήματα καὶ ὅσα ἄλλα ἐπετέτακτο αὐτοῖς ἀπῆγε τὴν στρατιὰν ὡς διὰ φιλίας γῆς.
由于那里的居民也同样不战而降,并且怀着极大的热情为军队提供了市场补给、资金以及其他要求他们提供的一切,因此他率领军队离去,仿佛通过友好的土地一样。
πάνυ γὰρ δὴ §8.19.5καὶ τοῦτʼ ἐσπούδαζεν, ὡς μηδὲν οἱ παραδιδόντες αὐτοῖς τὰς πόλεις πάθοιεν, ὧν φιλεῖ δρᾶν ὁ πόλεμος, ἀλλὰ καὶ γῆν ἀδῄωτον ἀπολαμβάνοιεν καὶ βοσκήματα καὶ ἀνδράποδα, ὅσα κατέλιπον ἐπὶ τῶν κτήσεων, κομίζοιντο, αὐλίζεσθαί τʼ οὐκ εἴα τὴν δύναμιν ἐν ταῖς πόλεσιν, ἵνα μή τι γένηται διʼ ἁρπαγῆς πρὸς αὐτῶν ἢ κλοπῆς κακόν, ἀλλὰ παρὰ τοῖς τείχεσι κατεστρατοπέδευεν.
因为,他确实非常注重这一点:那些向他们献城投降的人,不应遭受战争通常带来的任何惨祸,反而应该收回未被蹂躏的土地,并领回他们留在庄园里的所有牲畜和奴隶;他也不允许军队在城市内驻扎,以免士兵因抢劫或偷盗而给居民带来伤害,而是将营地扎在城墙旁。