Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.21.1-8.21.5

包围拉维尼乌姆与元老院拒绝召回提案

第 599 段,共 962 段 · 希腊语

内容简介

马尔基乌斯包围了拉维尼乌姆,而在罗马,由于元老院的反对,召回他的提案被阻止。

§8.21.1μετὰ τοῦτο χώρα θʼ, ὅσην διαπορεύοιτο, ὑποχείριος ἦν καὶ πόλις οὐδεμία ἠναντιοῦτο ἔξω Λαουινίου, ἣν πρώτην τε πόλιν οἱ σὺν Αἰνείᾳ κατάραντες εἰς Ἰταλίαν Τρῶες ἔκτισαν, καὶ ἀφʼ ἧς τὸ Ῥωμαίων ἦν γένος, ὡς καὶ πρότερόν μοι δεδήλωται.
此后,凡他所经过的土地都归顺了他,除拉维尼乌姆外,没有一座城市反抗。 拉维尼乌姆是随埃涅阿斯登陆意大利的特洛伊人所建立的第一座城市,正如我此前所表明的那样,罗马人的血统也源于此。
οἱ δʼ ἐν ταύτῃ κατοικοῦντες πάντα πρότερον ᾤοντο δεῖν ὑπομένειν, ἢ τὸ πρὸς τοὺς ἀπογόνους σφῶν §8.21.2πιστὸν ἐγκαταλιπεῖν.
但居住在这座城市的人认为,他们宁可事先忍受一切,也不愿放弃对子孙的忠义。
ἐγένοντο μὲν οὖν καὶ τειχομαχίαι τινὲς αὐτόθι καρτεραὶ καὶ πρὸ τῶν ἐρυμάτων ὀξεῖαι μάχαι· οὐ μὴν ἑάλω γε τὸ τεῖχος ἀπὸ κράτους τῇ πρώτῃ ἐφόδῳ, ἀλλʼ ἐδόκει χρόνου δεῖν καὶ τριβῆς.
因此,那里也发生了一些激烈的攻城战和防线前的尖锐交锋;然而,城墙在第一次进攻中并未被强攻攻克,而是似乎需要时间和拖延。
ἀποστὰς οὖν τῆς πολιορκίας ὁ Μάρκιος περιετάφρευε κύκλῳ τὴν πόλιν καὶ ἀπεσταύρου, τὰς ὁδοὺς φυλάττων, ἵνα μήτʼ ἀγορὰ μήτʼ ἐπικουρία τις αὐτοῖς ἔξωθεν προσγένοιτο.
于是,马尔基乌斯放弃了强攻包围,在城市周围挖掘壕沟并筑起木栅,看守道路,以便外部的粮食和任何援军都无法送达他们。
§8.21.3Ῥωμαῖοι δὲ τῶν τε κεκρατημένων ἤδη πόλεων τὸν ὄλεθρον ἀκούοντες καὶ τῶν προσθεμένων τῷ Μαρκίῳ τὴν ἀνάγκην, ταῖς τε πρεσβείαις ἐνοχλούμενοι ταῖς ἀφικνουμέναις ὡς αὐτοὺς ὁσημέραι παρὰ τῶν μενουσῶν ἐν τῇ φιλίᾳ καὶ δεομένων βοηθείας, τοῦ τε Λαουινίου τὸν περιτειχισμὸν ὀρρωδοῦντες ἐν χερσὶν ὄντα, καὶ εἰ τόδε τὸ φρούριον ἁλώσεται τὸν πόλεμον ἐπὶ σφᾶς ἥξειν εὐθὺς οἰόμενοι, μίαν ὑπέλαβον ἔσεσθαι πάντων τῶν κακῶν λύσιν, εἰ §8.21.4ψηφίσαιντο τῷ Μαρκίῳ τὴν κάθοδον.
而罗马人听到那些已被征服之城市的毁灭,以及归顺马尔基乌斯之人的无奈处境,又受到那些维持友好并请求援助者每日派来的使节的困扰,同时惧怕正在进行中的拉维尼乌姆包围战,并认为如果这座要塞失守,战争将立即降临到自己身上,因此他们认为,如果他们投票赞成马尔基乌斯归国,将是解决所有灾难的唯一办法。
καὶ ὅ τε δῆμος ἅπας ἐβόα τοῦτο, καὶ οἱ δήμαρχοι νόμον εἰσφέρειν ὑπὲρ ἀκυρώσεως τῆς καταδίκης ἐβούλοντο· ἀλλʼ οἱ πατρίκιοι ἠναντιώθησαν αὐτοῖς οὐκ ἀξιοῦντες τῶν δεδικασμένων λύειν οὐθέν.
全体民众都为此欢呼,护民官们也希望提出一项取消对其判决的法案;但贵族们反对他们,认为不应废除任何已判决的司法决定。
μὴ γενομένου δὲ προβουλεύματος ὑπὸ τῆς βουλῆς οὐδὲ τοῖς δημάρχοις ἔτι προθεῖναι γνώμην εἰς τὸν δῆμον ἐδόκει.
由于元老院没有做出预备决议,护民官们觉得也不宜再向民众大会提出任何议案。
§8.21.5ὃ καὶ θαυμάζειν ἄξιον, ἀφʼ ἧς δήποτε αἰτίας ἡ βουλὴ σπουδάζουσα τὸν ἔμπροσθεν χρόνον ὑπὲρ τοῦ Μαρκίου τότε βουλομένῳ τῷ δήμῳ κατάγειν αὐτὸν ἠναντιώθη· πότερα πεῖραν αὐτοῦ ποιουμένη τῆς γνώμης καὶ τῷ μὴ συγχωρεῖν ἑτοίμως ἐπὶ τὸ μᾶλλον σπουδάζειν αὐτὸν παρορμῶσα, ἢ τὰς καθʼ ἑαυτῆς ἀπολύσασθαι βουλομένη διαβολὰς ὑπὲρ τοῦ μηθενὸς ὧν ἔπραττεν ὁ ἀνὴρ μήτε αἰτία μήτε συνεργὸς εἶναι.
这也是令人惊奇的地方,究竟出于何种原因,此前一直为马尔基乌斯热心奔走的元老院,却在民众渴望召回他时予以反对;是为了测试民众的心意,通过不轻易让步来促使他们更加热切,还是为了澄清针对自己的诽谤,表明对于那个人所做的一切,他们既非起因也非共犯。
χαλεπὸν γὰρ ἦν ἀπόρρητον γενόμενον αὐτῆς τὸ βούλευμα συμβαλεῖν.
因为元老院的意图已被保密,很难推测其真实想法。

词汇与语法注释

  1. 8.21.1ὅσην διαπορεύοιτο — 关系从句中使用了祈愿语气,表示过去时间里的反复或一般性条件(“凡是他所经过的”)。
  2. 8.21.1τὸ πρὸς τοὺς ἀπογόνους σφῶν πιστόν — 中性单数形容词 πιστόν 作名词使用,意为“信义”或“忠诚”,受介词短语 πρὸς τοὺς ἀπογόνους(对其子孙)的修饰。由于拉维尼乌姆被视为罗马的母邦,因此“子孙”指的是罗马人。
  3. 8.21.2ἀπὸ κράτους — 介词 ἀπό 与属格 κράτους 结合的惯用表达,在军事语境中意为“强攻”或“力战之下”。
  4. 8.21.3εν χερσὶν ὄντα — 介词短语 ἐν χερσὶν 连同分词 ὄντα 字面意思是“在手中”,比喻事情“正在进行”或“迫在眉睫”。
  5. 8.21.4μὴ γενομένου δὲ προβουλεύματος — 带有否定词 μή 的属格独立结构。术语 προβούλευμα(预备决议)源于希腊民主政体,但在此指代罗马元老院决议(senatus consultum 或 auctoritas)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.21.1-8.21.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.21.1-8.21.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。