Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.17.1-8.17.7

沃尔斯奇人的狂喜与马尔基乌斯攻克托莱里乌姆

第 595 段,共 962 段 · 希腊语

内容简介

沃尔斯奇人视罗马人的懦弱为良机,大受鼓舞并赞颂马尔基乌斯的领导力。随后马尔基乌斯进军罗马的同盟城市托莱里乌姆,亲自攻破城门,占领并洗劫了该城。

§8.17.1οἱ δὲ Οὐολοῦσκοι τὸ μέγεθος τῆς κομιζομένης λείας ὁρῶντες καὶ περὶ τῆς Ῥωμαίων ἀτολμίας ἀκούοντες, οἳ δὴ τέως τὴν ἀλλοτρίαν λεηλατοῦντες ἀδεῶς τότε τὴν αὑτῶν γῆν ἠνείχοντο δῃουμένην ὁρῶντες, αὐχήματός τε μεγάλου ἐνεπίμπλαντο καὶ ἐν ἐλπίδι ἦσαν ἡγεμονίας, ὡς δὴ ῥᾴδιον καὶ ἐν ἑτοίμῳ σφίσιν ὂν καταλῦσαι τὴν τῶν ἀντιπάλων ἰσχύν, θυσίας τε χαριστηρίους τοῖς θεοῖς ἐποιοῦντο καὶ σκύλων ἀναθέσει τοὺς νεὼς καὶ τὰς ἀγορὰς ἐκόσμουν καὶ ἦσαν ἅπαντες ἐν ἑορταῖς καὶ εὐπαθείαις τόν τε Μάρκιον ἀγάμενοι καὶ ὑμνοῦντες διετέλουν, ὡς εἴη τά τε πολέμια δεινότατος ἀνθρώπων καὶ στρατηγός, οἷος οὔτε Ῥωμαῖος οὔτε ἄλλος Ἑλλήνων ἢ βαρβάρων οὐδείς.
沃尔斯奇人看到运送过去的庞大战利品,并听说罗马人的懦弱——这些罗马人以往毫无畏惧地掠夺他人的土地,此时却眼睁睁看着自己的土地被蹂躏而甘心忍受——于是他们充满了极大的自豪,并对霸权抱有希望,认为摧毁对手的力量对他们而言是轻而易举且唾手得的。 他们向神明献上感恩的祭品,用缴获的战利品装饰神庙和广场,所有人都在节日和享乐之中,不断赞美和歌颂马尔基乌斯,称他是人类中最可怕的军事家,是无论在罗马人中还是在希腊人或蛮族人中都绝无仅有的将领。
§8.17.2μάλιστα δὲ τῆς τύχης αὐτὸν ἐμακάριζον ἅπαντα, ὅσοις ἐπιχειρήσειε, κατὰ γνώμην αὐτῷ προχωροῦντα ὁρῶντες δίχα πόνου· ὥστʼ οὐδεὶς ἦν τῶν ἐχόντων τὴν στρατεύσιμον ἡλικίαν, ὃς ἀπολείπεσθαι τοῦ ἀνδρὸς ἠξίου, ἀλλὰ πάντες ὥρμηντο μετέχειν τῶν πράξεων καὶ συνῄεσαν ὡς αὐτὸν ἐξ ἁπάσης πόλεως.
尤其是,看到他所企图的一切都无需劳苦地顺从他的心愿进行,大家都为他的幸运而祝福他;因此,凡是达到服兵役年龄的人,没有一个愿意落后于他,而是所有人都渴望参与这些行动,从各个城市聚集到他那里。
§8.17.3ὁ δὲ στρατηγός, ἐπειδὴ τὴν προθυμίαν τῶν Οὐολούσκων ἐπέρρωσε καὶ τὸ τῶν πολεμίων ἀνδρεῖον εἰς ταπεινὴν καὶ ἄνανδρον κατέκλεισεν ἀμηχανίαν, ἐπὶ τὰς συμμαχίδας αὐτῶν πόλεις, ὅσαι τὸ πιστὸν διεφύλαττον, ἦγε τὴν δύναμιν·
而将领马尔基乌斯,在增强了沃尔斯奇人的热忱,并将敌人的勇气禁锢于卑微而懦弱的无能之中后,便率领军队前往那些仍然保持忠诚的罗马同盟城市。
καὶ αὐτίκα ἑτοιμασάμενος, ὅσα εἰς πολιορκίαν χρήσιμα ἦν, ἐπὶ Τολερίνους ἐλαύνει τοῦ Λατίνων ὄντας ἔθνους.
他随即准备好一切有利于围攻的器械,向属于拉丁人部落的托莱里努斯人进军。
§8.17.4οἱ δὲ Τολερῖνοι πρὸ πολλοῦ παρασκευασάμενοι τὰ εἰς τὸν πόλεμον καὶ τὰ ἐκ τῆς χώρας εἰς τὴν πόλιν συγκεκομικότες ἐδέχοντο αὐτὸν ἐπιόντα καὶ χρόνον μέν τινʼ ἀντεῖχον ἀπὸ τῶν τειχῶν μαχόμενοι καὶ πολλοὺς τῶν πολεμίων κατέτρωσαν· ἔπειθʼ ὑπὸ τῶν σφενδονητῶν ἀναστελλόμενοι καὶ μέχρι δείλης ὀψίας ταλαιπωροῦντες πολλὰ μέρη τοῦ τείχους ἐξέλιπον. τοῦτο
托莱里努斯人早就做好了战争准备,并已将国土上的物资运入城内,他们迎击了来犯之敌,并在一段时间内从城墙上抵抗战斗,击伤了许多敌人;随后,他们被投石兵击退,并在苦战至傍晚时分后,放弃了城墙的许多部分。
§8.17.5καταμαθὼν ὁ Μάρκιος τοῖς μὲν ἄλλοις στρατιώταις παρήγγειλε κλίμακας προσφέρειν κατὰ τὰ γυμνούμενα μέρη τοῦ περιβόλου, αὐτὸς δὲ τοὺς κρατίστους τῆς στρατιᾶς ἀναλαβὼν ἐπὶ τὰς πύλας ἵεται βαλλόμενος ἀπὸ τῶν πύργων, καὶ διαρρήξας τοὺς μοχλοὺς παρέρχεται πρῶτος εἰς τὴν πόλιν.
马尔基乌斯察觉到这一点,便命令其他士兵将梯子架在围墙暴露出来的部分,自己则率领军中最精锐的战士,冒着从塔楼投掷下来的矢石冲向城门,砸碎门闩,率先进入城内。
ἦν δʼ ὑφεστηκὸς ταῖς πύλαις πολὺ καὶ καρτερὸν στῖφος τῶν πολεμίων, οἳ δέχονταί τʼ αὐτὸν ἐρρωμένως καὶ μέχρι πολλοῦ διεκαρτέρουν ἀγωνιζόμενοι· πολλῶν δʼ ἀναιρεθέντων τρέπονται οἱ λοιποὶ καὶ σκεδασθέντες ἔφευγον ἀνὰ τοὺς στενωπούς.
城门处曾有一支庞大而顽强的敌军严阵以待,他们强有力地迎击他,并坚持战斗了很久;但在许多人被杀之后,其余的人溃败,四散逃入狭窄的小巷中。
§8.17.6ὁ δʼ ἠκολούθει κτείνων τοὺς καταλαμβανομένους, ὅσοι μὴ τὰ ὅπλα ῥίψαντες εἰς ἱκεσίας ἐτράποντο· ἐν δὲ τούτῳ καὶ οἱ διὰ τῶν κλιμάκων ἀναβαίνοντες ἐκράτουν τοῦ τείχους.
他则在后面追击,斩杀被追上的人,除非他们扔下武器转而乞求怜悯;在此期间,那些缘梯而上的人也占领了城墙。
τοῦτον δὴ τὸν τρόπον ἁλούσης τῆς πόλεως ἐξελόμενος ὁ Μάρκιος ἐκ τῶν λαφύρων ὅσα θεοῖς τʼ ἀναθήματα καὶ κόσμος ταῖς Οὐολούσκων πόλεσιν ἔμελλε γενέσθαι, τὰ λοιπὰ τοῖς στρατιώταις ἐφῆκε διαρπάσαι.
城市就这样被攻陷,马尔基乌斯从战利品中挑选出将要献给神明的供品以及用于装饰沃尔斯奇人城市的物品,将剩余的东西留给士兵们抢劫。
§8.17.7ἦν δὲ πολλὰ μὲν αὐτόθι σώματα, πολλὰ δὲ χρήματα, πολὺς δὲ σῖτος, ὥστε μὴ ῥᾴδιον εἶναι μιᾷ πάντα ἐκκομίσαι τοὺς κρατήσαντας ἡμέρᾳ, ἀλλʼ ἐκ διαδοχῆς ἄγοντες καὶ φέροντες τὰ μὲν αὐτοί, τὰ δʼ ἐπὶ τῶν ὑποζυγίων πολὺν ἠναγκάσθησαν διατρῖψαι χρόνον.
那里有许多俘虏、许多财宝和大量粮食,以至于胜利者们无法在一天内将所有东西运走,而是轮流搬运,有的自己携带,有的用驮畜运送,他们不得不耗费了很长时间。

词汇与语法注释

  1. 8.17.1οἳ δὴ τέως τὴν ἀλλοτρίαν — 关系代名词 οἵ 的先行词是前文的属格 Ῥωμαίων。虽然在语法上是属格,但在意义上指代“罗马人们”这一复数群体,因此使用了阳性复数主格的关系代名词 οἵ。
  2. 8.17.1ὡς δὴ ῥᾴδιον καὶ ἐν ἑτοίμῳ σφίσιν ὂν — 由连词 ὡς 引导的无人称动词的宾格绝对句(ὂν 是 εἶναι 的中性单数宾格分词)。它表示主观的原因或认识(“认为……完成是容易且唾手可得的”)。ῥᾴδιον 和 ἐν ἑτοίμῳ(“准备就绪的”)作为 ὂν 的谓语补足语。
  3. 8.17.3αὐτῶν — 人称代词属格 αὐτῶν 在语境中指代的是先前的敌人 Ῥ幕(罗马人),而非紧邻的 Οὐολούσκων(沃尔斯奇人)。因为此处的语境是沃尔斯奇人去进攻那些仍对罗马保持忠诚的同盟城市。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.17.1-8.17.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.17.1-8.17.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。