Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.15.1-8.15.3

内讧的平息与特许拉丁人自行征兵

第 593 段,共 962 段 · 希腊语

内容简介

罗马长老劝说平民停止对贵族的指控以平息内讧;元老院因无法直接援助拉丁同盟而特许其自行征兵,并命执政官进行防卫整备,但因任期将满,所有未尽事务均移交给下任执政官。

§8.15.1τοῦτο καταμαθόντες οἱ πρεσβύτατοι τῶν Ῥωμαίων συστραφέντες ἔπειθον ἰδίᾳ τε καὶ ἐν κοινῷ τοὺς στασιωδεστάτους τῶν δημοτικῶν παύσασθαι τῶν εἰς τοὺς πατρικίους ὑποψιῶν τε καὶ κατηγοριῶν·
罗马人中最年长的人们察觉到这一点,便聚集在一起,在私下和公开场合说服平民中最具煽动性的人,让他们停止对贵族的猜忌和指控。
διδάσκοντες εἰ διʼ ἑνὸς ἀνδρὸς ἐπιφανοῦς φυγὴν τοσοῦτος κίνδυνος κατέσχε τὴν πόλιν, τί χρὴ προσδοκᾶν, ἐὰν ἀναγκασθῶσιν οἱ πολλοὶ τῶν πατρικίων προπηλακισθέντες ὑπὸ τοῦ δήμου ταὐτὸ φρονῆσαι·
他们告诫道:“如果仅因驱逐了一位杰出的人物,就给城市带来了如此巨大的危险,那么如果大多数贵族受到平民的侮辱,被迫产生同样的想法,又该预料到怎样的后果呢?
καὶ κατέσχον οὗτοι τὴν ἀκοσμίαν τοῦ πλήθους.
”于是,他们平息了群众的混乱。
§8.15.2παυσαμένου δὲ τοῦ πολλοῦ θορύβου συνελθοῦσα ἡ βουλὴ τοῖς μὲν ἀπὸ τοῦ κοινοῦ τῶν Λατίνων παροῦσι ἐπὶ συμμαχίας αἴτησιν ἀπεκρίνατο, μὴ ῥᾴδιον εἶναι σφίσι βοήθειαν ἀποστέλλειν κατὰ τὸ παρόν· αὐτοῖς δʼ ἐκείνοις ἐπιτρέπειν τὴν ἑαυτῶν στρατιὰν καταγράφειν καὶ ἡγεμόνας τῆς δυνάμεως ἰδίους ἐκπέμπειν τε, ὅταν αὐτοὶ ἐκπέμψωσι δύναμιν.
在大骚动平息之后,元老院召开会议,对那些来自拉丁联盟、前来请求盟军援助的使者答复说,目前他们不容易派遣援军;但允许他们自己在需要派军时,征集自己的军队并派遣他们自己的将领。
ἐν γὰρ ταῖς συνθήκαις, αἷς ἐποιήσαντο πρὸς αὐτοὺς περὶ φιλίας, ἀπόρρητον ἦν τούτων ἑκάτερον.
因为在他们与拉丁人缔结的友好条约中,这两件事原本都是被禁止的。
§8.15.3τοῖς δʼ ὑπάτοις ἐφῆκαν στρατόν τε συναγαγεῖν ἐκ καταλόγου καὶ τὴν πόλιν διὰ φυλακῆς ἔχειν καὶ τοὺς συμμάχους παρακαλεῖν, εἰς ὕπαιθρον δὲ μήπω τὰς δυνάμεις ἐξάγειν, ἕως ἂν ἅπαντα εὐτρεπῆ γένηται.
他们授权执政官从征兵名册中召集军队、对城市进行防守,并召集盟友,但在一切准备就绪之前,暂不将军队带向野外。
καὶ ὁ δῆμος ταῦτʼ ἐπεκύρωσεν.
平民也批准了这些决议。
ἦν δὲ βραχὺς ὁ λειπόμενος τῆς ἀρχῆς τοῖς ὑπάτοις χρόνος, ὥστʼ οὐδὲν ἔφθασαν τῶν ἐψηφισμένων ἐπὶ τέλος ἀγαγεῖν, ἀλλὰ παρέδοσαν ἡμιτελῆ πάντα τοῖς μεθʼ ἑαυτοὺς ὑπάτοις.
然而,执政官们所剩的任期已经很短,以至于他们来不及将任何一项决议贯彻到底,而是将所有半途而废的事务都移交给了他们的继任执政官。

词汇与语法注释

  1. 8.15.1ταὐτὸ φρονῆσαι — 不定词 φρονῆσαι 的逻辑主语是被动分词 προπηλακισθέντες 修饰的 οἱ πολλοὶ τῶν πατρικίων。“抱持相同的想法”在此语境中意指“像被驱逐的马尔基乌斯那样,对罗马国家抱有敌对态度”。
  2. 8.15.2ἀπόρρητον ἦν — 形容词 ἀπόρρητος 通常意为“秘密的”或“禁止的”。此处表示“在条约中是被禁止的”,主语是中性代词 τούτων ἑκάτερον(这两件事中的每一件,即自行征兵和任命自己的将领),反映了盟友原本在盟约下受到的限制。
  3. 8.15.3οὐδὲν ἔφθασαν ... ἀγαγεῖν — 动词 φθάνω 在古典希腊语中通常接分词,但在后期希腊语(通用希腊语)中常接不定式。此处与否定词 οὐδέν 连用,表示“没能将任何一项决议付诸完成”或“来不及完成”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.15.1-8.15.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.15.1-8.15.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。