Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.14.1-8.14.4

基尔凯伊的投降与罗马的内部纷争

第 592 段,共 962 段 · 希腊语

内容简介

马尔基乌斯迅速占领基尔凯伊城且未流血,在留下守军后撤离。消息传回罗马,贵族与平民相互指责,导致国防准备陷于停滞。

§8.14.1καὶ ὁ Μάρκιος οὐθὲν ἔτι διαμελλήσας ἧκεν ἄγων τὴν δύναμιν ἐπὶ Κιρκαίαν πόλιν, ἐν ᾗ κληροῦχοι Ῥωμαίων ἦσαν ἅμα τοῖς ἐπιχωρίοις πολιτευόμενοι, καὶ παραλαμβάνει τὴν πόλιν ἐξ ἐφόδου.
马尔基乌斯不再有任何耽搁,率领军队直奔基尔凯伊城。 城中居住着罗马的殖民者,他们与当地居民共同生活。 他一发动进攻便占领了该城。
ὡς γὰρ ἔγνωσαν οἱ Κιρκαῖοι κρατουμένην σφῶν τὴν χώραν καὶ προσάγουσαν τῷ τείχει τὴν στρατιάν, ἀνοίξαντες τὰς πύλας ἐξῄεσαν ὁμόσε τοῖς πολεμίοις ἄνοπλοι παραλαβεῖν τὴν πόλιν ἀξιοῦντες·
因为基尔凯伊人得知自己的土地已被占领,军队正逼近城墙,于是他们打开城门,赤手空拳地走出来迎向敌人,请求他们接收城市。
ὅπερ αὐτοῖς αἴτιον τοῦ μηδὲν παθεῖν ἀνήκεστον ἐγένετο.
正是这一举动,使他们免于遭受任何无法挽回的灾难。
§8.14.2οὔτε γὰρ αὐτῶν ἀπέκτεινεν ὁ στρατηγὸς οὐδένα, οὔτʼ ἐξήλασεν ἐκ τῆς πόλεως·
因为这位将军既没有处死他们中的任何一人,也没有将他们驱逐出城。
ἐσθῆτα δὲ τοῖς στρατιώταις καὶ τροφὰς εἰς μῆνα ἱκανὰς καὶ ἀργύριόν τι μέτριον λαβὼν ἀπῆγε τὴν δύναμιν ὀλίγην μοῖραν ἐν τῇ πόλει καταλιπὼν τῆς τʼ ἀσφαλείας τῶν ἐνοικούντων ἕνεκα, μή τι ὑπὸ Ῥωμαίων πάθωσι κακόν, §8.14.3καὶ τοῦ μηδὲν ὕστερον νεωτερίσαι.
在获取了士兵的衣服、足够吃一个月的粮食以及适量的金钱后,他率军撤离,只在城中留下一小股部队,一方面是为了居民的安全,以免他们受到罗马人的伤害,另一方面也是为了防止他们日后发动叛乱。
εἰς δὲ τὴν Ῥώμην ὡς ἠγγέλθη τὰ γενόμενα πολὺ πλείων ταραχὴ καὶ θόρυβος ἦν τῶν μὲν πατρικίων τὸν δῆμον ἐχόντων διʼ αἰτίας, ὅτι πολεμιστὴν ἄνδρα καὶ δραστήριον καὶ φρονήματος εὐγενοῦς μεστὸν ψευδεῖ περιβαλόντες αἰτίᾳ τῆς πόλεως ἀπήλασαν καὶ παρεσκεύασαν ἡγεμόνα Οὐολούσκοις γενέσθαι· §8.14.4τῶν δὲ προεστηκότων τοῦ δήμου κατηγορίας τοῦ συνεδρίου ποιουμένων καὶ τὸ πρᾶγμα ὅλον ἐξ ἐπιβουλῆς ὑπʼ ἐκείνων κατεσκευάσθαι λεγόντων τόν τε πόλεμον οὐ κοινὸν ἅπασιν, ἀλλὰ σφίσι μόνοις ἐπάγεσθαι σκηπτομένων·
当这些消息传到罗马时,引起了更大的混乱和骚动。 一方面,贵族们谴责平民,认为他们用莫须有的罪名陷害了一位英勇、干练且充满高贵气节的男子,将其驱逐出城,从而使他成为了沃尔斯奇人的领袖;另一方面,平民的领袖们则指责元老院,声称整件事完全是贵族们阴谋策划的,并且辩称这场战争并非针对所有人,而只是冲着他们自己来的。
καὶ ἦν τὸ κακοηθέστατον τοῦ δήμου μέρος ἅμα τούτοις.
平民中最恶劣的部分也与这些领袖站在一起。
στρατιὰς δὲ καταγράφειν ἢ καλεῖν τοὺς συμμάχους ἢ παρασκευάσασθαι τὰ κατεπείγοντα διὰ τὰ πρὸς ἀλλήλους ἔχθη καὶ τὰς ἐν ταῖς ἐκκλησίαις κατηγορίας οὐδʼ εἰς νοῦν ἐλάμβανον.
然而,由于彼此间的仇恨以及在公民大会上的相互指责,他们甚至根本没有想到要征集军队、召集盟友,或者为紧迫的事态做任何准备。

词汇与语法注释

  1. 1531ὅπερ — 关系代词 ὅπερ 为中性单数,其先行词为前述的整个事实(即基尔凯伊人开城、赤手空拳迎敌并请求接收城市)。这表明正是这一行为使他们得以幸免于难。
  2. 1531τοῦ μηδὲν παθεῖν ἀνήκεστον — 修饰 αἴτιον(作名词或名词化的形容词)的属格冠词性不定式。否定词使用适用于不定式的 μηδέν。直译为“不遭受任何无法挽回的伤害的(原因)”。
  3. 1531τοῦ μηδὲν ὕστερον νεωτερίσαι — 属格冠词性不定式,表示目的或预防,承接第 8.14.2 节末尾的 `τῆς τʼ ἀσφαλείας τῶν ἐνοικούντων ἕνεκα, μή τι...`。介词 `ἕνεκα` 同样支配这一不定式(“为了防止他们日后发动任何叛乱”)。
  4. 1531τῶν μὲν πατρικίων τὸν δῆμον ἐχόντων διʼ αἰτίας — 属格独立结构,与下一节(8.14.4)的 `τῶν δὲ προεστηκότων...` 构成对照(μέν... δέ)。短语 `ἔχω τινὰ δι' αἰτίας` 为固定搭配,意为“指责某人”或“将责任归咎于某人”,此处表示贵族指责平民。
  5. 1532τόν τε πόλεμον οὐ κοινὸν ἅπασιν, ἀλλὰ σφίσι μόνοις ἐπάγεσθαι σκηπτομένων — 分词 `σκηπτομένων`(同样是属格独立结构的一部分)支配一个带对格的动词不定式结构(`τόν τε πόλεμον... ἐπάγεσθαι`)。中动语态的 `ἐπάγεσθαι` 意为“招致、引来”。此处指平民领袖们辩称,这场战争并非针对国家全体,而是通过阴谋专为针对他们(平民)而招致的。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.14.1-8.14.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.14.1-8.14.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。