§8.13.1ἐπειδὴ δὲ συνῆκτο ἤδη πᾶσα ἡ δύναμις, ἐβουλεύετο μετὰ τοῦ συνάρχοντος ὁ Μάρκιος, ὅπως χρηστέον τοῖς λοιποῖς πράγμασιν.
当全军已经集结完毕,马尔基乌斯与他的同僚商议如何处理其余的事物。
ἔφη δʼ οὖν λέγων· ἐμοὶ δοκεῖ, ὦ Τύλλε, κράτιστον εἶναι νείμασθαι τὰς δυνάμεις ἡμᾶς διχῇ·
他开口说道:“图路斯,在我看来,最上之策是将我们的军队一分为二。
ἔπειτα τὸν μὲν ἕτερον ἡμῶν ἄγοντα τοὺς ἀκμαιοτάτους καὶ προθυμοτάτους ὁμόσε χωρεῖν τοῖς πολεμίοις, καὶ εἰ μὲν ὑπομενοῦσιν εἰς χεῖρας ἡμῖν ἰέναι μιᾷ κρῖναι τὸν ἀγῶνα μάχῃ, εἰ δʼ ἀποκνήσουσιν, ὡς ἐγὼ πείθομαι, στρατιᾷ νεοσυλλέκτῳ καὶ ἡγεμόσιν ἀπείροις πολέμου τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον ἐπιτρέπειν, τήν τε χώραν αὐτῶν ἐπιόντα πορθεῖν καὶ τοὺς συμμάχους περισπᾶν καὶ τὰς ἀποικίας ἀναιρεῖν καὶ πᾶν ἄλλο κακὸν ὅ τι δύναιτο ποιεῖν.
然后,由我们中的一人率领最精壮、最勇猛的士兵与敌人正面交锋,如果他们敢于与我们交手,便通过一场决战来决定胜负;但如果他们犹豫——正如我所确信的那样——不敢把关乎全局的危险托付给一支新招募的军队和对战争毫无经验的领袖们,[那人便应当]侵入并蹂躏他们的领土,分化他们的盟友,摧毁他们的殖民地,并尽其所能制造其他一切灾祸。
§8.13.2τὸν δʼ ἕτερον ἐνθάδε ὑπομένοντα φυλακὴν ποιεῖσθαι τῆς τε χώρας καὶ τῶν πόλεων, μὴ λάθωσιν ἀφυλάκτοις ἐπιπεσόντες αὐτοῖς οἱ πολέμιοι, καὶ πρᾶγμα αἴσχιστον πάθωμεν, ἐν ᾧ τῶν ἀπόντων ἐφιέμεθα τὰ παρόντα ἀφαιρεθέντες.
而另一人则留在后方,对领土和城市进行防守,以免敌人乘他们毫无防备之时暗中袭来,并且使我们免于遭受最可耻的境遇,即在我们觊觎不在手边的东西时,却被夺走了眼前已有的东西。
ἀλλὰ χρὴ τὸν ἐνθάδε ὑπομένοντα ἤδη τείχη τʼ ἀνορθοῦν, ὅσα πέπτωκε, καὶ τάφρους ἀνακαθαίρειν καὶ φρούρια ὀχυροῦν, ἵνα τοῖς γεωργοῦσι τὴν χώραν ὑπάρχωσι καταφυγαί, στρατιάν τʼ ἄλλην προσκαταγράφειν καὶ τροφὰς τοῖς ἔξω οὖσιν ἐπιχορηγεῖν καὶ ὅπλα χαλκεύειν καὶ εἴ τι ἄλλο ἀναγκαῖον ἔσται πρᾶγμα ὀξέως ὑπηρετεῖν.
相反,留在后方的人现在应当重建已经倒塌的城墙,清理壕沟,加固要塞,以便给耕作土地的人提供避难所,并且额外征集军队,向在外征战的人供给粮食,锻造兵器,凡有其他急需之事,皆当迅速办理。
§8.13.3δίδωμι δέ σοι τὴν αἵρεσιν, εἴτε τῆς ὑπερορίου στρατιᾶς εἴτε τῆς ἐνθάδε ὑπομενούσης ἐθέλεις στρατηγεῖν.
我给你选择权,看你是愿意指挥出境作战的军队,还是愿意指挥留在后方的军队。
ταῦτα λέγοντος αὐτοῦ σφόδρα ἠγάσθη τὴν γνώμην ὁ Τύλλος, καὶ τὸ δραστήριον τοῦ ἀνδρὸς εἰδὼς καὶ ἐπιτυχὲς ἐπέτρεψεν ἐκείνῳ τῆς ἔξω στρατιᾶς ἄρχειν.
”在他如此说时,图路斯非常赞赏他的见解,且深知此人行事果断且屡建奇功的品质,便将出境军队的指挥权交给了他。