§8.14.1καὶ ὁ Μάρκιος οὐθὲν ἔτι διαμελλήσας ἧκεν ἄγων τὴν δύναμιν ἐπὶ Κιρκαίαν πόλιν, ἐν ᾗ κληροῦχοι Ῥωμαίων ἦσαν ἅμα τοῖς ἐπιχωρίοις πολιτευόμενοι, καὶ παραλαμβάνει τὴν πόλιν ἐξ ἐφόδου.
And Marcius, without any further delay, came leading his army against the city of Circeii, in which Roman colonists were living as citizens together with the local inhabitants; and he took the city at the first onset.
ὡς γὰρ ἔγνωσαν οἱ Κιρκαῖοι κρατουμένην σφῶν τὴν χώραν καὶ προσάγουσαν τῷ τείχει τὴν στρατιάν, ἀνοίξαντες τὰς πύλας ἐξῄεσαν ὁμόσε τοῖς πολεμίοις ἄνοπλοι παραλαβεῖν τὴν πόλιν ἀξιοῦντες· ὅπερ αὐτοῖς αἴτιον τοῦ μηδὲν παθεῖν ἀνήκεστον ἐγένετο.
For when the Circeians realized that their territory was being occupied and that the army was approaching the wall, they opened the gates and went out to meet the enemy unarmed, asking them to take over the city; which very thing was the reason why they suffered no irreparable harm.
§8.14.2οὔτε γὰρ αὐτῶν ἀπέκτεινεν ὁ στρατηγὸς οὐδένα, οὔτʼ ἐξήλασεν ἐκ τῆς πόλεως· ἐσθῆτα δὲ τοῖς στρατιώταις καὶ τροφὰς εἰς μῆνα ἱκανὰς καὶ ἀργύριόν τι μέτριον λαβὼν ἀπῆγε τὴν δύναμιν ὀλίγην μοῖραν ἐν τῇ πόλει καταλιπὼν τῆς τʼ ἀσφαλείας τῶν ἐνοικούντων ἕνεκα, μή τι ὑπὸ Ῥωμαίων πάθωσι κακόν, §8.14.3καὶ τοῦ μηδὲν ὕστερον νεωτερίσαι.
For the general neither put any of them to death nor expelled them from the city; but having received clothing for his soldiers, provisions sufficient for a month, and a moderate sum of money, he led his army away, leaving a small force in the city, both for the safety of the inhabitants, lest they should suffer any harm at the hands of the Romans, and to prevent them from making any rebellion later.
εἰς δὲ τὴν Ῥώμην ὡς ἠγγέλθη τὰ γενόμενα πολὺ πλείων ταραχὴ καὶ θόρυβος ἦν τῶν μὲν πατρικίων τὸν δῆμον ἐχόντων διʼ αἰτίας, ὅτι πολεμιστὴν ἄνδρα καὶ δραστήριον καὶ φρονήματος εὐγενοῦς μεστὸν ψευδεῖ περιβαλόντες αἰτίᾳ τῆς πόλεως ἀπήλασαν καὶ παρεσκεύασαν ἡγεμόνα Οὐολούσκοις γενέσθαι· §8.14.4τῶν δὲ προεστηκότων τοῦ δήμου κατηγορίας τοῦ συνεδρίου ποιουμένων καὶ τὸ πρᾶγμα ὅλον ἐξ ἐπιβουλῆς ὑπʼ ἐκείνων κατεσκευάσθαι λεγόντων τόν τε πόλεμον οὐ κοινὸν ἅπασιν, ἀλλὰ σφίσι μόνοις ἐπάγεσθαι σκηπτομένων· καὶ ἦν τὸ κακοηθέστατον τοῦ δήμου μέρος ἅμα τούτοις.
When these events were reported in Rome, there was a much greater confusion and tumult, with the patricians, on the one hand, blaming the plebeians because, by casting a false charge upon a man who was a warrior, active, and full of noble spirit, they had driven him from the city and had caused him to become the leader of the Volscians; while the leaders of the people, on the other hand, made accusations against the senate and said that the whole business had been engineered by them out of a conspiracy, alleging that the war was not common to all, but was being brought upon themselves alone; and the most ill-disposed part of the people sided with them.
στρατιὰς δὲ καταγράφειν ἢ καλεῖν τοὺς συμμάχους ἢ παρασκευάσασθαι τὰ κατεπείγοντα διὰ τὰ πρὸς ἀλλήλους ἔχθη καὶ τὰς ἐν ταῖς ἐκκλησίαις κατηγορίας οὐδʼ εἰς νοῦν ἐλάμβανον.
But because of their mutual hatreds and the accusations in the assemblies, they did not even take into their minds to levy armies, or to call upon their allies, or to make preparations for the urgent necessities.