Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §8.11.1-8.11.3

沃尔斯奇人决议开战与马尔基乌斯的先遣突袭提议

第 589 段,共 962 段 · 希腊语

内容简介

收到罗马人的答复后,沃尔斯奇人决议开战,并选举图路斯和马尔基乌斯为将军。马尔基乌斯提议在军队准备期间率领一支先头部队袭击罗马领土。

§8.11.1ταύτας οἱ πρέσβεις τὰς ἀποκρίσεις λαβόντες ἀπήγγειλαν τῷ πλήθει τῶν Οὐολούσκων.
使节们收到这些答复后,向沃尔斯奇人民众做了汇报。
συναχθείσης οὖν αὖθις ἐκκλησίας μετὰ τοῦτο κυροῦται δόγμα κοινὸν τοῦ ἔθνους προειπεῖν Ῥωμαίοις τὸν πόλεμον.
因此,在此之后,民众大会再次召开,通过了该部族的共同决议,向罗马人宣战。
ἔπειθʼ αἱροῦνται στρατηγοὺς αὐτοκράτορας τοῦ πολέμου Τύλλον τε καὶ Μάρκιον δυνάμεις τε ψηφίζονται καταγράφειν καὶ χρήματʼ εἰσφέρειν καὶ τἆλλα παρασκευάσασθαι, §8.11.2ὅσων ὑπελάμβανον δεήσειν τῷ πολέμῳ.
接着,他们选举图路斯和马尔基乌斯为这场战争的全权将军,并投票决定征集军队、筹措资金以及准备其他一切所需物资,即他们认为战争所需要的一切。
μελλούσης δὲ διαλύεσθαι τῆς ἐκκλησίας ἀναστὰς ὁ Μάρκιος ἔφησεν· α μὲν ἐψήφισται τὸ κοινὸν ὑμῶν, ἔχει καλῶς καὶ γινέσθω κατὰ τὸν οἰκεῖον ἕκαστα καιρόν·
当大会即将解散时,马尔基乌斯起立说道: “你们共同体所决议的事项很好,且让每一项都在适当时机进行。
ἐν ὅσῳ δὲ τὰ στρατεύματα μέλλετε καταγράφειν καὶ τἆλλα εὐτρεπίζειν ἕξοντά τινας ὥσπερ εἰκὸς ἀσχολίας καὶ διατριβάς, ἐγὼ καὶ Τύλλος ἔργου ἐχώμεθα.
但是,在你们准备征集军队并整顿其他物资期间(这必然会带来一些忙乱和延迟),我和图路斯将着手行动。
ὅσοις οὖν ὑμῶν βουλομένοις ἐστὶ προνομεῦσαι τὴν τῶν πολεμίων καὶ πολλὴν ἀποτεμέσθαι λείαν, ἴτε σὺν ἡμῖν.
因此,如果你们中有人愿意去掠夺敌人的领土并夺取丰厚的战利品,就随我们一同去吧。
ὑποδέχομαι δʼ ὑμῖν, ἐὰν θεὸς συλλάβῃ, πολλὰς καὶ καλὰς δώσειν ὡφελείας.
如果神明相助,我向你们承诺,将带给你们丰厚而美好的收益。
§8.11.3ἔτι γὰρ ἀπαράσκευοί εἰσι Ῥωμαῖοι δύναμιν οὔπω συνεστηκυῖαν ὁρῶντες ὑμετέραν, ὥστʼ ἀδεῶς ἡμῖν ὑπάρξει πᾶσαν ὅσην ἂν βουλώμεθα τῆς ἐκείνων χώρας καταδραμεῖν.
因为罗马人看到你们的军队尚未集结,他们自己也还未做好准备,因此我们将毫无畏惧地随意袭扰他们所有的领土。 ”

词汇与语法注释

  1. §8.11.1ὅσων ὑπελάμβανον δεήσειν — 关系代词 ὅσων(中性复数属格)由于关系从句中非人称动词 δεῖ(此处为将来时不定式 δεήσειν,“将需要”)所要求的属格,或主句动词 παρασκευάσασθαι 所支配的属格而发生了吸引。
  2. §8.11.2α μὲν ἐψήφισται — 文本中的“α”显然是中性复数关系代词“ἅ”的误写。在上下文中,应当理解为“你们的共同体所决议的事项(ἅ μὲν ἐψήφισται τὸ κοινὸν ὑμῶν)”。
  3. §8.11.2ὅσοις οὖν ὑμῶν βουλομένοις ἐστὶ — 这是惯用句式“βουλομένῳ τ密码 ἐστι”(某人意欲、某人渴望)的复数形式。由于关系代词“ὅσοις”而采用与格复数,意为“你们当中所有渴望(掠夺)的人”。
  4. §8.11.3δύναμιν οὔπω συνεστηκυῖαν ὁρῶντες ὑμετέραν — 分词 ὁρῶντες 的逻辑主语是主句的主语 Ῥωμαῖοι(罗马人)。意为“看到你们的(ὑμετέραν)军队(δύναμιν)尚未集结(οὔπω συνεστηκυῖαν)”,名词与所有形容词之间存在着词序倒置(hyperbaton)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §8.11.1-8.11.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:8.11.1-8.11.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。