§7.73.1λοιπὸν δʼ ἔτι μοι καὶ περὶ τῶν ἀγώνων, οὓς μετὰ τὴν πομπὴν ἐπετέλουν, ὀλίγα διελθεῖν.
关于他们在游行之后所举行的竞技,我还有一些事情要简要叙述。
πρῶτος ὁ τῶν τεθρίππων τε καὶ συνωρίδων καὶ τῶν ἀζεύκτων ἵππων ἐγίνετο δρόμος, ὡς παρʼ Ἕλλησι τὸ §7.73.2ἀρχαῖον Ὀλυμπίασί τε καὶ μέχρι τοῦ παρόντος.
最先进行的是四马战车、双马战车以及单匹无轭马的竞速,正如希腊人古时在奥林匹亚,且直至今日仍在进行的那样。
ἐν δὲ ταῖς ἱππικαῖς ἁμίλλαις ἐπιτηδεύματα δύο τῶν πάνυ παλαιῶν ὡς ἐξ ἀρχῆς ἐνομοθετήθη φυλαττόμενα ὑπὸ Ῥωμαίων μέχρι τῶν κατʼ ἐμὲ διάκειται χρόνων, τό τε περὶ τὰ τρίπωλα τῶν ἁρμάτων, ὃ παρʼ Ἕλλησι μὲν ἐκλέλοιπεν, ἀρχαῖον ὄν ἐπιτήδευμα καὶ ἡρωικόν, ᾧ ποιεῖ τοὺς Ἕλληνας Ὅμηρος ἐν ταῖς μάχαις χρωμένους· δυσὶ γὰρ ἵπποις ἐζευγμένοις, ὃν τρόπον ζεύγνυται συνωρίς, τρίτος παρείπετο σειραῖος ἵππος ῥυτῆρι συνεχόμενος, ὃν ἀπὸ τοῦ παρῃωρῆσθαί τε καὶ μὴ συνεζεῦχθαι παρῄορον ἐκάλουν οἱ παλαιοί·
在赛马竞技中,有两种极为古老的习惯,自最初确立以来,一直由罗马人保留至今,并在我这个时代仍被维持着。 一种是关于三马战车的,这种习惯在希腊人中已经消亡,它本是一种古老而英雄时代的风俗,荷马曾描写希腊人在战争中使用它;因为在两匹像双马战车那样套上轭的马身旁,还有第三匹马由缰绳牵引着并排奔跑,古人称其为“副马”(pareoros),因为它是悬在侧面而未与主马同套一轭的。
ἕτερον δὲ παρʼ ὀλίγαις ἔτι φυλαττόμενον πόλεσιν Ἑλληνίσιν ἐν ἱερουργίαις τισὶν ἀρχαϊκαῖς, ὁ τῶν παρεμβεβηκότων τοῖς ἅρμασι δρόμος.
另一种习惯至今仍保留在少数希腊城市的一些古老祭祀仪式中,即那些同乘战车者的奔跑竞技。
§7.73.3ὅταν γὰρ τέλος αἱ τῶν ἱππέων ἅμιλλαι λάβωνται, ἀποπηδῶντες ἀπὸ τῶν ἁρμάτων οἱ παροχούμενοι τοῖς ἡνιόχοις, οὓς οἱ ποιηταὶ μὲν παραβάτας, Ἀθηναῖοι δὲ καλοῦσιν ἀποβάτας, τὸν σταδιαῖον ἁμιλλῶνται δρόμον αὐτοὶ πρὸς ἀλλήλους.
因为当赛马竞技结束时,那些坐在御者身旁的人——诗人称他们为“同乘者”(parabatai),雅典娜人则称他们为“跳车者”(apobatai)——会从战车上跳下来,他们彼此之间进行一斯塔德距离的赛跑。
τελεσθέντων δὲ τῶν ἱππικῶν δρόμων οἱ τοῖς ἑαυτῶν σώμασιν ἀγωνιζόμενοι τότʼ εἰσῄεσαν δρομεῖς τε καὶ πύκται καὶ παλαισταί.
当赛马竞技全部结束之后,那些用自己身体进行竞技的人便入场了:即跑者、拳击手和摔跤手。
τρία γὰρ ἀθλήματα παρὰ τοῖς ἀρχαίοις Ἕλλησι ταῦτʼ ἦν, ὡς Ὅμηρος ἐπὶ τῇ Πατρόκλου δηλοῖ ταφῇ.
因为在古希腊人中,这三者就是最基本的体育竞技项目,正如荷马在帕特洛克罗斯的葬礼上所展示的那样。
§7.73.4ἐν δὲ τοῖς διὰ μέσου τῶν ἀθλημάτων χρόνοις Ἑλληνικώτατον καὶ κράτιστον ἁπάντων ἐθῶν ἀπεδείκνυντο, στεφανώσεις καὶ ἀναρρήσεις ποιούμενοι τιμῶν, αἷς ἐτίμων τοὺς ἑαυτῶν εὐεργέτας, ὡς Ἀθήνησιν ἐν ταῖς Διονυσιακαῖς ἐγίνετο θυσίαις, καὶ σκύλων, ὅσων ἐκ πολέμων λάβοιεν, ἐπιδείξεις τοῖς εἰς θέαν συνεληλυθόσιν.
在各项竞技之间的间歇时间里,他们展现了一种极具希腊特色且在所有习俗中最为优秀的做法:为他们的恩人举行加冕并宣布荣誉,以此表彰他们(这与雅典在狄奥尼索斯节祭祀时所作的做法相同),并向聚集前来观看的人们展示他们从战争中获得的一切战利品。
§7.73.5ἀλλὰ γὰρ ὑπὲρ μὲν τούτων οὔτε μηθένα ποιήσασθαι λόγον ἀπαιτούσης τῆς ὑποθέσεως καλῶς εἶχεν, οὔτε μηκύνειν πέρα τοῦ δέοντος ἥρμοττε.
然而,对于这些事情,既然主题的性质要求对其有所提及,那么完全不加论述固然不好,但超出必要的冗长也同样不合适。
καιρὸς δʼ ἐπὶ τὴν ἀπολειπομένην διήγησιν ἐπανάγειν.
现在是时候回到之前中断的叙述中了。
ὡς γὰρ δὴ τὰ περὶ τὸν ἀπαχθέντα ἐπὶ τιμωρίαν ὑπὸ τοῦ δεσπότου καὶ προηγησάμενον τῆς πομπῆς ἔμαθεν ἡ βουλὴ παρὰ τοῦ τὸ πραχθὲν ἀνανεωσαμένου, τοῦτον ὑπολαβοῦσα ὑπὸ τοῦ θεοῦ λέγεσθαι τὸν οὐ καλὸν ἔπαρχον τῶν ὀρχηστῶν, ὥσπερ ἔφην, ἀναζητήσασα τὸν τῷ θεράποντι λωβησάμενον καὶ ζημίαν ἐπιβαλοῦσα, ἧς ἄξιος ἦν, ἑτέραν ἐψηφίσατο τῷ θεῷ πομπὴν ἐπιτελεσθῆναι καὶ ἀγῶνας ἐξ ἀρχῆς ἑτέρους ἀπὸ διπλασίων χρημάτων ἢ πρότερον ἐγένοντο.
因为,当元老院从那个使这一事件重新被记起的人那里,得知了那个被主人带走惩罚并走在游行队伍最前面的奴隶的事情后,元老院便理解到这个奴隶就是神明所说的那个“不吉利的舞队先导者”(正如我刚才所说的那样)。 于是他们搜寻出那个虐待仆人的主人,课以其应得的惩罚,并投票决定为神明再次举行一次游行,且以先前两倍的资金从头举行新的竞技。
καὶ τὰ μὲν ἐπὶ τούτων συντελεσθέντα τῶν ὑπάτων τοιάδε ἦν.
在这些执政官任内所完成的事情,大致便是如此。