Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.72.13-7.72.18

从众神像与牺牲仪式论证罗马源自希腊

第 577 段,共 962 段 · 希腊语

内容简介

作者详细描述了罗马节日游行中希腊众神塑像的游行,并指出其祭祀仪式与荷马史诗所载的希腊传统完全一致,从而得出罗马人起源于希腊的结论。

§7.72.13μετὰ δὲ τοὺς χοροὺς τούτους κιθαρισταί τʼ ἀθρόοι καὶ αὐληταὶ πολλοὶ παρεξῄεσαν·
\n在这些合唱队之后,成群的竖琴演奏者和许多长笛演奏者成排走过。
καὶ μετʼ αὐτοὺς οἵ τε τὰ θυμιατήρια κομίζοντες, ἐφʼ ὧν ἀρώματα καὶ λιβανωτὸς παρʼ ὅλην ὁδὸν ἐθυμιᾶτο, καὶ οἱ τὰ πομπεῖα παραφέροντες ἀργυρίου καὶ χρυσίου πεποιημένα τά τε ἱερὰ καὶ τὰ δημόσια.
在他们之后是那些携带香炉的人,在整个行进道路上,香炉里都焚烧着香料和乳香;接着是那些携带由金银制成的神圣或公共游行器皿的人。
τελευταῖα δὲ πάντων αἱ τῶν θεῶν εἰκόνες ἐπόμπευον ὤμοις ὑπʼ ἀνδρῶν φερόμεναι, μορφάς θʼ ὁμοίας παρέχουσαι ταῖς παρʼ Ἕλλησι πλαττομέναις καὶ σκευὰς καὶ σύμβολα καὶ δωρεάς, ὧν εὑρεταὶ καὶ δοτῆρες ἀνθρώποις ἕκαστοι παραδίδονται, οὐ μόνον Διὸς καὶ Ἥρας καὶ Ἀθηνᾶς καὶ Ποσειδῶνος καὶ τῶν ἄλλων, οὓς Ἕλληνες ἐν τοῖς δώδεκα θεοῖς καταριθμοῦσιν, ἀλλὰ καὶ τῶν προγενεστέρων, ἐξ ὧν οἱ δώδεκα θεοὶ μυθολογοῦνται γενέσθαι, Κρόνου καὶ Ῥέας καὶ Θέμιδος καὶ Λητοῦς καὶ Μοιρῶν καὶ Μνημοσύνης καὶ τῶν ἄλλων ἁπάντων, ὅσων ἐστὶν ἱερὰ καὶ τεμένη παρʼ Ἕλλησι·
最后,众神的塑像被人们用肩膀抬着游行,其呈现的形象、装束、象征以及据传每个人发现并赋予人类的礼物,都与希腊人所塑造的相似。
καὶ τῶν ὕστερον, ἀφʼ οὗ τὴν ἀρχὴν Ζεὺς παρέλαβε, μυθολογουμένων γενέσθαι, Περσεφόνης Εἰλειθυίας Νυμφῶν Μουσῶν Ὡρῶν Χαρίτων Διονύσου, καὶ ὅσων ἡμιθέων γενομένων αἱ ψυχαὶ τὰ θνητὰ ἀπολιποῦσαι σώματα εἰς οὐρανὸν ἀνελθεῖν λέγονται, καὶ τιμὰς λαχεῖν ὁμοίας θεοῖς, Ἡρακλέους Ἀσκληπιοῦ Διοσκούρων Σελήνης Πανὸς ἄλλων μυρίων.
这不仅包括宙斯、赫拉、雅典娜、波塞冬以及希腊人列入十二主神之中的其他神明,还包括更古老的神明——神话中十二主神由此而生的神明:克洛诺斯、瑞亚、忒弥斯、勒托、命运三女神、谟涅摩叙涅,以及在希腊人中拥有神殿和圣界的所有其他神明;还有在宙斯接管统治之后神话中出生较晚的神明:珀耳塞福涅、厄勒梯亚、宁芙仙女、缪斯女神、时序女神、美惠三女神、狄奥尼索斯,以及所有成为半神后、据传其灵魂离开凡俗肉体升入天堂并获得与神明同等荣耀的人:赫拉克勒斯、阿斯克勒庇俄斯、狄奥斯库里兄弟、塞勒涅、潘神以及其他无数神祇。
§7.72.14καίτοι εἰ βάρβαροι ἦσαν οἱ τὴν Ῥώμην οἰκίσαντες καὶ τὴν ἑορτὴν ταύτην καταστησάμενοι, τί προσῆκεν αὐτοῖς τοὺς μὲν Ἑλληνικοὺς ἅπαντας σέβειν θεούς τε καὶ δαίμονας, τῶν δὲ πατρίων ὑπερορᾶν;
\n\n然而,如果建立罗马和确立这一节日的人是蛮族,他们又何以去崇敬所有希腊的神明与神灵,却忽视自己祖先的神明呢?
ἢ δειξάτω τις ἡμῖν ἔξω τοῦ Ἑλληνικοῦ φῦλον ἕτερον, ᾧ πάτριά ἐστι ταῦτα τὰ ἱερά, καὶ τότε διαβαλλέτω ταύτην τὴν ἀπόδειξιν ὡς οὐχ ὑγιῆ.
或者,让某人向我们指出希腊族群之外的另一个种族,对他们而言这些神圣仪式是祖传的,到那时再来诋毁这个证明是不健全的吧。
§7.72.15συντελεσθείσης δὲ τῆς πομπῆς ἐβουθύτουν εὐθὺς οἵ θʼ ὕπατοι καὶ τῶν ἱερέων οἷς ὅσιον, καὶ ὁ τῶν θυηπολιῶν τρόπος ὁ αὐτὸς ἦν τῷ παρʼ ἡμῖν.
\n\n游行结束之后,执政官和那些被神法允许的祭司立即宰杀公牛献祭,其献祭的方式与我们(希腊人)相同。
χερνιψάμενοί τε γὰρ αὐτοὶ καὶ τὰ ἱερὰ καθαρῷ περιαγνίσαντες ὕδατι καὶ Δημητρίους καρποὺς ἐπιρράναντες αὐτῶν ταῖς κεφαλαῖς, ἔπειτα κατευξάμενοι, θύειν τότε τοῖς ὑπηρέταις αὐτὰ ἐκέλευον.
因为他们自己洗了手,用清水洁净了牺牲,并将德墨忒尔的果实(大麦)撒在它们的头上,然后祈祷,随后命令助手们宰杀它们。
τῶν δʼ οἱ μὲν ἑστῶτος ἔτι τοῦ θύματος σκυτάλῃ τοὺς κροτάφους ἔπαιον, οἱ δὲ πίπτοντος ὑπετίθεσαν τὰς σφαγίδας, καὶ μετὰ τοῦτο δείραντές τε καὶ μελίσαντες ἀπαρχὰς ἐλάμβανον ἐξ ἑκάστου σπλάγχνου καὶ παντὸς ἄλλου μέλους, ἃς ἀλφίτοις ζέας ἀναδεύσαντες προσέφερον τοῖς θύουσιν ἐπὶ κανῶν· οἱ δʼ ἐπὶ τοὺς βωμοὺς ἐπιθέντες ὑφῆπτον καὶ προσέσπενδον οἶνον κατὰ §7.72.16τῶν ἁγνιζομένων.
在助手们中,有的人在牺牲仍然站立时用木棒击打其太阳穴,有的人在它倒下时在下方承接牺牲的血(置放屠宰刀);在此之后,剥去皮并切成块,他们从每个内脏和所有其他部位中取出初物(供物),用斯佩尔特小麦粉调和,放在盘子里呈给献祭者;而献祭者则将它们放在祭坛上点燃,并往\n\n被洁净的牺牲上倒酒。
ἕκαστον δʼ ὅτι κατὰ νόμους ἐγίνετο τοὺς ἀμφὶ θυσίαν ὑφʼ Ἑλλήνων κατασταθέντας, ἐκ τῆς Ὁμήρου ποιήσεως γνῶναι ῥᾴδιον.
这每一件事都是按照希腊人确立的关于祭祀的法令进行的,这一点从荷马的诗歌中很容易得知。
καὶ γὰρ χερνιπτομένους εἰσάγει τοὺς ἥρωας καὶ οὐλαῖς χρωμένους ἐν οἷς φησι· "χερνίψαντο δʼ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.
因为他展现了英雄们洗手并使用大麦粒的场景,在那些地方他说:\n"然后他们洗了手,拿起了大麦粒。
" τριχοτομοῦντάς τʼ ἀπὸ τῆς κεφαλῆς τὰς τρίχας καὶ τιθέντας ἐπὶ τὸ πῦρ ὧδε γράφων· "ἀλλʼ ὅ γʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλε.
"\n又写道他们从头部剪下头发并投入火中,这样写道:\n"然而,他开始献祭,将头上的头发投入火中。
" σκυτάλαις τε παίοντας τὰ μέτωπα τῶν ἱερείων καὶ τὰ πεσόντα θύοντας, ὡς ἐπὶ τῆς Εὐμαίου ποιεῖ θυσίας· "κόψε δʼ ἀπαρχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων.
"\n又写道他们用木棒击打牺牲的额头,并宰杀倒下的牺牲,正如在尤迈奥斯的祭祀中所作的那样:\n"他开始献祭,用劈柴时留下的橡树柴击打。
τὸν δʼ ἔλιπε ψυχή· τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν. "
它的生命离开了它;他们将它宰杀并烧焦毛发。
§7.72.17ἀπαρχάς τʼ ἀπὸ τῶν σπλάγχνων καὶ ἀπὸ τῶν ἄλλων λαμβάνοντας μελῶν, καὶ ταύτας ἀλφίτοις δεύοντας καὶ καθαγίζοντας ἐπὶ τῶν βωμῶν, ὡς ἐπὶ τῆς αὐτῆς ποιεῖ θυσίας· "ὁ δʼ ὠμοθετεῖτο συβώτης, πάντοθεν ἀρχόμενος μελέων ἐς πίονα δημόν· καὶ τὰ μὲν πυρὶ βάλλε παλύνας ἀλφίτου ἀκτῇ. "
"\n\n并从内脏和其他部位中取出初物,用大麦粉调和,在祭坛上圣洁地献祭,正如在同一次祭祀中所作的那样:\n"猪倌将肉块从所有部位开始,放在肥美的脂肪上;他用大麦粉撒在上面,将一些投入火中。
§7.72.18ταῦτα δὲ Ῥωμαίους ἔτι καὶ εἰς ἐμὲ πράττοντας ἐπὶ ταῖς θυσίαις ἰδὼν ἐπίσταμαι· καὶ μιᾷ πίστει τῇδε ἀρκούμενος οὐ βαρβάρους ἐπείσθην εἶναι τοὺς οἰκιστὰς τῆς Ῥώμης, ἀλλʼ ἐκ πολλῶν τόπων συνεληλυθότας Ἕλληνας.
"\n\n看到罗马人甚至到我的时代仍然在祭祀中行这些事,我便知晓了这一点;仅凭这一个证据,我就确信罗马的创建者并非蛮族,而是从许多地方聚集而来的希腊人。
ὀλίγα μὲν γὰρ ἐπιτηδεύματα περὶ θυσίας τε καὶ ἑορτὰς ὁμοίως Ἕλλησι καὶ βαρβάρους τινὰς ἐπιτελεῖν ἐνδέχεται, πάντα δὲ ταὐτὰ πράττειν ἀπίθανον.
因为某些蛮族有可能在祭祀和节日上履行少数与希腊人相似的习惯,但要做完所有完全相同的事,则是令人难以置信的。

词汇与语法注释

  1. 1494καὶ τῶν ὕστερον, ἀφʼ οὗ τὴν αρχὴν Ζεὺς παρέλαβε, μυθολογουμένων γενέσθαι — 此部分与前文的“更古老的神明(τῶν προγενεστέρων)”相对照,整体作为修饰“神明的塑像(αἱ τῶν θεῶν εἰκόνες)”的名词化属格并列成分(καὶ τῶν ὕστερον)。分词 μυθολογουμένων 并非属格独立分词,而是修饰前述属格名词 τῶν ὕστερον 的定语分词。ἀφʼ οὗ 引导时间状语,表示“自宙斯接管统治(τὴν ἀρχὴν)以来”。
  2. 1495Δημητρίους καρποὺς — “德墨忒尔的果实”这一诗意表达是借代,指在希腊祭祀中撒在牺牲头上的“大麦粒(οὐλαί)”。在考虑到这与罗马撒盐渍斯佩尔特小麦粉(mola salsa)仪式相似的同时,该词被用来表明与希腊传统祭祀步骤的直接对应关系。
  3. 1497καὶ μιᾷ πίστει τῇδε ἀρκούμενος — 名词 πίστη(或 πίστις)在此并非指宗教上的“信仰”或个人的“信任”,而是指修辞与论证中的“证据、确证、论据(proof, argument)”。该短语意为“仅满足于这单一的证据(即祭祀仪式的完全一致)”,指代前文所示的荷马记载与罗马仪轨的完全契合。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.72.13-7.72.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.72.13-7.72.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。