Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.72.1-7.72.6

竞技前的神圣游行与参与者的装束

第 575 段,共 962 段 · 希腊语

内容简介

详细描述了罗马竞技开始前向神明敬献的庄严游行队伍,包括引领队伍的青年构成、参赛者装束(裸体与束腰)的历史背景,并与古希腊习俗(引用荷马史诗)进行对比,同时介绍了舞者合唱队、乐手及其传统装束与领舞者的细节。

§7.72.1πρὶν ἄρξασθαι τῶν ἀγώνων, πομπὴν ἔστελλον τοῖς θεοῖς οἱ τὴν μεγίστην ἔχοντες ἐξουσίαν, ἀπὸ τοῦ Καπιτωλίου τε καὶ διʼ ἀγορᾶς ἄγοντες ἐπὶ τὸν μέγαν ἱππόδρομον.
在竞技开始之前,掌握最高权力的人们为神明举行了游行,他们将队伍从卡皮托利乌斯山引导,经过广场,走向大竞技场。
ἡγοῦντο δὲ τῆς πομπῆς πρῶτον μὲν οἱ παῖδες αὐτῶν οἱ πρόσηβοί τε καὶ τοῦ πομπεύειν ἔχοντες ἡλικίαν, ἱππεῖς μέν, ὧν οἱ πατέρες τιμήματα ἱππέων εἶχον, πεζοὶ δʼ οἱ μέλλοντες ἐν τοῖς πεζοῖς στρατεύεσθαι·
引领游行队伍的,首先是他们的儿子中那些已达青春期并到了参加游行年龄的年轻人,其中父亲拥有骑士财产限额的作为骑兵,而那些将要在步兵中服役的则作为步兵。
οἱ μὲν κατʼ ἴλας τε καὶ κατὰ λόχους, οἱ δὲ κατὰ συμμορίας τε καὶ τάξεις ὡς εἰς διδασκαλεῖον πορευόμενοι· ἵνα φανερὰ γίνοιτο τοῖς ξένοις ἡ μέλλουσα ἀνδροῦσθαι τῆς πόλεως ἀκμὴ πλῆθός τε καὶ
前者按骑兵队和中队前进,后者按小组和分队前进,仿佛是在走向学校;这是为了向外邦人展示这座城市即将成年的最盛期一代,在数量和美质上是何等样貌。
§7.72.2κάλλος οἵα τις ἦν. τούτοις ἠκολούθουν ἡνίοχοι τὰ τέθριππά τε καὶ τὰς συνωρίδας καὶ τοὺς ἀζεύκτους ἵππους ἐλαύνοντες· μεθʼ οὓς οἱ τῶν ἀθλημάτων ἀγωνισταὶ τῶν τε κούφων καὶ τῶν βαρέων τὸ μὲν ἄλλο σῶμα γυμνοί, τὸ δὲ περὶ τὴν αἰδῶ καλυπτόμενοι.
紧随这些年轻人之后的是御手,他们驾驶着四马战车、双马战车以及未套车的单马;在他们之后是各项竞技的运动员,无论轻竞技还是重竞技,他们身体的其他部分都裸露着,仅遮盖着私处。
τοῦτο καὶ εἰς ἐμὲ τὸ ἔθος ἐν Ῥώμῃ διέμενεν, ὡς ἐξ ἀρχῆς ἐγίνετο παρʼ Ἕλλησιν· ἐν δὲ τῇ Ἑλλάδι καταλέλυται Λακεδαιμονίων αὐτὸ καταλυσάντων.
这一习俗直到我的时代仍在罗马保留,正如最初在希腊人中流行那样;但在希腊,由于拉刻代蒙人将其废除,该习俗现已不复存在。
§7.72.3ὁ δὲ πρῶτος ἐπιχειρήσας ἀποδυθῆναι τὸ σῶμα καὶ γυμνὸς Ὀλυμπίασι δραμὼν ἐπὶ τῆς πεντεκαιδεκάτης ὀλυμπιάδος Ἄκανθος ὁ Λακεδαιμόνιος ἦν.
在第十五届奥林匹克运动会上,第一个尝试脱去衣服并在奥林匹亚裸体奔跑的人是拉刻代蒙人阿坎托斯。
τὰ δὲ πρὸ τούτων διʼ αἰσχύνης εἶχον ἅπαντες Ἕλληνες ὅλα γυμνὰ φαίνειν ἐν ταῖς ἀγωνίαις τὰ σώματα, ὡς Ὅμηρος τεκμηριοῖ, μαρτύρων ἀξιοπιστότατός τε καὶ ἀρχαιότατος ὢν ζωννυμένους τοὺς ἥρωας ποιῶν.
在此之前,所有的希腊人都认为在竞技中将身体完全裸露出来是可耻的,正如最可信且最古老的见证人荷马所证实的那样,他把英雄们描绘为束着腰带。
τὴν γοῦν Αἴαντος καὶ Ὀδυσσέως πάλην ἐπὶ τῇ Πατρόκλου ταφῇ γενομένην ἀφηγούμενός φησι· "τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα·
总之,他在叙述帕特罗克洛斯葬礼上埃阿斯与奥德修斯的摔跤时说道: “两人束好腰带,步入赛场中央。
" §7.72.4καὶ ἔτι σαφέστερον ἐν Ὀδυσσείᾳ τοῦτο ποιεῖ φανερὸν ἐπὶ τῆς Ἴρου καὶ Ὀδυσσέως πυγμῆς ἐν τοῖσδε τοῖς ἔπεσιν· "ὥς ἔφαθʼ·
” 并且在《奥德赛》中,他在描述伊洛斯和奥德修斯的拳击时,在以下诗句中将此点表现得更为清晰: “他这样说,众人皆赞同。
οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺς ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς καλούς τε μεγάλους τε.
但奥德修斯用破烂衣服束在私处周围,露出了优美而硕大的大腿。
φάνεν δέ οἱ εὐρέες ὦμοι στήθεά τε στιβαροί τε βραχίονες.
他那宽阔的肩膀、胸膛和结实的双臂也显露出来。
" τὸν δὲ πτωχὸν οὐκέτι βουλόμενον μάχεσθαι, ἀλλʼ ἀποδειλιῶντα εἰσάγων τάδε εἴρηκεν· "ὡς ἂρ ἔφαν·
” 而在引入那再也不想战斗、反而心生怯意的乞丐时,荷马这样说: “他们这样说,伊洛斯的心中极其惶恐。
Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός· ἀλλὰ καὶ ὣς μνηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ.
但即便如此,求婚者们依然强行给他束上腰带,拽他上前。
" τοῦτο δὴ τὸ ἔθος ἀρχαῖον ἐν τοῖς Ἕλλησιν ὂν οἱ φυλάττοντες μέχρι τοῦδε Ῥωμαῖοι δῆλοί εἰσιν οὐ προσμαθόντες παρʼ ἡμῶν ὕστερον, ἀλλʼ οὐδὲ μεταθέμενοι σὺν χρόνῳ καθάπερ ἡμεῖς.
” 由此可见,一直将这一在希腊人中属于古老习俗保留至今的罗马人,显然并非后来才从我们这里学到这一点的,也没有像我们一样随着时间的推移而改变了它。
§7.72.5ἠκολούθουν δὲ τοῖς ἀγωνισταῖς ὀρχηστῶν χοροὶ πολλοὶ τριχῇ νενεμημένοι, πρῶτοι μὲν ἀνδρῶν, δεύτεροι δʼ ἀγενείων, τελευταῖοι δὲ παίδων, οἷς παρηκολούθουν αὐληταί τʼ ἀρχαϊκοῖς ἐμφυσῶντες αὐλίσκοις βραχέσιν, ὡς καὶ εἰς τόδε χρόνου γίνεται, καὶ κιθαρισταὶ λύρας ἑπταχόρδους ἐλεφαντίνας καὶ τὰ καλούμενα βάρβιτα κρέκοντες.
紧随运动员之后的是许多舞者合唱队,他们被分为三组:第一组是成年男子,第二组是无须青年,最后一组是男童。 陪伴他们的是吹奏古代短笛的笛手(如今日依然进行的那样),以及弹奏象牙制七弦竖琴和所谓“巴比通”琴的琴手。
ὧν παρὰ μὲν Ἕλλησιν ἐκλέλοιπεν ἡ χρῆσις ἐπʼ ἐμοῦ πάτριος οὖσα· παρὰ δὲ Ῥωμαίοις ἐν ἁπάσαις φυλάττεται ταῖς ἀρχαίαις θυηπολίαις.
这些乐器的使用在我的时代已在希腊人中消逝,虽然这曾是祖先传下来的习惯;但在罗马人中,这在所有古老的祭祀活动中都被保留了下来。
§7.72.6σκευαὶ δὲ τῶν ὀρχηστῶν ἦσαν χιτῶνες φοινίκεοι ζωστῆρσι χαλκέοις ἐσφιγμένοι, καὶ ξίφη παρηρτημένα, καὶ λόγχαι βραχύτεραι τῶν μετρίων· τοῖς δʼ ἀνδράσι καὶ κράνη χάλκεα λόφοις ἐπισήμοις κεκοσμημένα καὶ πτεροῖς.
舞者们的装束是深红色的短衣,腰间束着青铜带,身侧悬着短剑,且手持比普通枪稍短的短枪;而成年男子还戴着饰有显眼冠饰和羽毛的青铜盔。
ἡγεῖτο δὲ καθʼ ἕκαστον χορὸν εἷς ἀνήρ, ὃς ἐνεδίδου τοῖς ἄλλοις τὰ τῆς ὀρχήσεως σχήματα, πρῶτος εἰδοφορῶν τὰς πολεμικὰς καὶ συντόνους κινήσεις ἐν τοῖς προκελευσματικοῖς ὡς τὰ πολλὰ ῥυθμοῖς.
每一个合唱队都有一名男子领头,他向其他人传授舞蹈的体态,率先在多为促令步的节奏中,呈现出战斗性且充满张力的动作。

词汇与语法注释

  1. 1485ὧν οἱ πατέρες τιμήματα ἱππέων εἶχον — 关系从句 `ὧν...` 的先行词是 `ἱππεῖς`。为了与后文的 `πεζοὶ δʼ οἱ μέλλοντες...`(而作为步兵的,则是那些将要……的人)形成对称,此处需在理解上补足作为主语的代词或名词,即“(作为骑兵前行的,是)那些父亲拥有骑士财产限额的人”。
  2. 1485ἵνα φανερὰ γίνοιτο τοῖς ξένοις ἡ μέλλουσα ἀνδροῦσθαι τῆς πόλεως ἀκμὴ πλῆθός τε καὶ κάλλος οἵα τις ἦν — `ἵνα` 从句的主语是 `ἡ μέλλουσα ἀνδροῦσθαι τῆς πόλεως ἀκμή`(这座城市即将成年的最盛期一代)。句末的 `οἵα τις ἦν` 是以 `ἀκμή` 为主语的间接疑问句,而 `πλῆθός τε καὶ κάλλος`(在数量和美质上)则在其中充当关系或限定性的宾格(表示方面),用以具体说明其显现的维度。
  3. 1487δῆλοί εἰσιν οὐ προσμαθόντες — 形容词 `δῆλος` 与 `εἰμί` 结合,并带分词 `προσμαθόντες`,构成了一种人称句式,意为“显而易见,他们并未(后来才)学到”。动词 `προσμανθάνω` 意为“额外学习”或“后来才学会”,以此强调罗马人的这一习俗并非是对希腊人晚近的模仿。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.72.1-7.72.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.72.1-7.72.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。