§7.69.1ἡ δὲ βουλὴ δέους ἀνάπλεως ἐγένετο, καὶ ἀχανὴς ἦν ἕκαστος οὐκ ἔχων συμβαλεῖν, ὅ τι τὸ δηλούμενον ἦν ὑπὸ τοῦ θεοῦ, καὶ τίς ποτε ὁ τῆς πομπῆς ὀρχηστὴς προηγούμενος οὐ καλὸς αὐτῷ ἐφάνη.
元老院满怀恐惧,每个人都目瞪口呆,无法推测神明所指示的是什么,以及在游行中那个让神明感到不悦的领舞者究竟是谁。
ἔπειτα λέγει τις ἐξ αὐτῶν ἀναμνησθεὶς τὸ γενόμενον, καὶ πάντες ἐμαρτύρησαν.
随后,他们中的一个人想起了发生过的事情并说了出来,众人纷纷予以证实。
ἦν δὲ τοιόνδε· ἀνὴρ Ῥωμαῖος οὐκ ἀφανὴς θεράποντα ἴδιον ἐπὶ τιμωρίᾳ θανάτου παραδοὺς τοῖς ὁμοδούλοις ἄγειν, ἵνα δὴ περιφανὴς ἡ τιμωρία τοῦ ἀνθρώπου γένηται, διʼ ἀγορᾶς αὐτὸν ἐκέλευσε μαστιγούμενον ἕλκειν καὶ εἴ τις ἄλλος ἦν τῆς πόλεως τόπος ἐπιφανὴς ἡγούμενον τῆς πομπῆς, ἣν ἔστελλε τῷ θεῷ κατʼ ἐκεῖνον τὸν καιρὸν ἡ πόλις.
事情是这样的:一个并非无名之辈的罗马人,将自己的一个奴隶交给其他同辈奴隶,带去处以死刑。 为了让对这人的惩罚昭彰于世,他命令在鞭笞他的同时,将他拖过广场以及城中其他显眼的地方,并让他作为游行的先导,而那场游行正是当时城邦为神明而举行的。
§7.69.2οἱ δʼ ἄγοντες τὸν θεράποντα ἐπὶ τὴν τιμωρίαν τὰς χεῖρας ἀποτείναντες ἀμφοτέρας καὶ ξύλῳ προσδήσαντες παρὰ τὰ στέρνα τε καὶ τοὺς ὤμους καὶ μέχρι τῶν καρπῶν διήκοντι παρηκολούθουν ξαίνοντες μάστιξι γυμνὸν ὄντα.
那些押送奴隶前去受刑的人,将他的双手双臂展开,绑在横跨胸口和双肩、一直延伸到手腕的木架上,在后面跟着,用鞭子抽打赤裸着身体的他。
ὁ δʼ ἐν τοιᾷδε ἀνάγκῃ κρατούμενος ἐβόα τε φωνὰς δυσφήμους, ἃς ἡ ἀλγηδὼν ἐβούλετο, καὶ κινήσεις διὰ τὴν αἰκίαν ἀσχήμονας ἐκινεῖτο.
而在这般强迫的束缚下,那人不仅发出因痛苦而被迫喊出的不祥惨叫,还因受尽虐待而做出难看的挣扎动作。
τοῦτον δὴ πάντες ἐνόμισαν εἶναι τὸν ὑπὸ τοῦ θεοῦ μηνυόμενον ὀρχηστὴν οὐ καλόν.
正是此人,众人都认为他就是神明所指的那个“不称职的领舞者”。