Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.67.1-7.67.3

马尔基乌斯的从容离去与告别家人

第 570 段,共 962 段 · 希腊语

内容简介

审判结束后,平民为胜利而欢呼,而马尔基乌斯保持了尊严,在与家人告别后离开罗马,未向任何人透露去向。

§7.67.1τότε δʼ οὖν τῆς δίκης τοῦτο λαβούσης τὸ τέλος ὁ μὲν δῆμος ἀπελύετο προσειληφὼς ἀνόητον αὔχημα καὶ καθῃρηκέναι τὴν ἀριστοκρατίαν οἰόμενος, οἱ δὲ πατρίκιοι κατηφεῖς τε καὶ ταπεινοὶ καὶ διʼ αἰτίας ἔχοντες τὸν Οὐαλέριον, ὑφʼ οὗ πεισθέντες ἐπέτρεψαν τῷ δήμῳ τὴν δίκην·
当时,审判既然以此结局告终,平民便带着愚蠢的自负、心想自己已经推翻了贵族制而各自散去;而贵族们则垂头丧气、委靡不振,并埋怨起瓦莱里乌斯,因为正是听信了他的劝说,他们才将审判交给了平民。
ἦν τʼ οἰμωγὴ καὶ δάκρυα τῶν οἰκτειρόντων τε καὶ προπεμπόντων τὸν Μάρκιον.
那些同情并送别马尔基乌斯的人们,无不痛哭流涕。
§7.67.2αὐτὸς δʼ ὁ Μάρκιος οὔτʼ ἀνακλαυσάμενος ὤφθη τὰς αὑτοῦ τύχας οὔτʼ ἀποιμώξας οὔτʼ ἄλλο εἰπὼν ἢ δράσας ἀνάξιον τῆς ἑαυτοῦ μεγαλοφροσύνης οὐδʼ ὁτιοῦν·
然而,马尔基乌斯本人既没有让人看到他为自己的命运哭泣,也没有哀嚎,更没有说出或做出任何哪怕一点点配不上他那高尚气节的事。
ἔτι δὲ μᾶλλον ἐδήλωσε τὴν γενναιότητα καὶ τὴν καρτερίαν τῆς γνώμης, ἐπειδὴ οἴκαδε ἀφικόμενος γυναῖκά τʼ εἶδε καὶ μητέρα καταρρηγνυμένας τοὺς πέπλους καὶ τὰ στέρνα τυπτούσας καὶ οἷα εἰκός ἐστιν ἐπὶ τοιαύταις συμφοραῖς λέγειν τὰς ἀποζευγνυμένας ἀπὸ τῶν ἀναγκαιοτάτων σφίσι θανάτοις ἢ φυγαῖς ἀναβοώσας.
当他回到家中,看到妻子和母亲撕裂衣裳、捶胸顿足,并像那些因死亡或流放而与最亲近的人分离的妇女在遭遇此类灾祸时所常说的那样大声哭喊时,他更加展现出了自己心志的高贵与坚毅。
§7.67.3οὐθὲν γὰρ πρὸς τὰ δάκρυα καὶ τοὺς θρήνους τῶν γυναικῶν ἔπαθεν, ἀσπασάμενος δʼ αὐτὰς μόνον, καὶ παρακαλέσας γενναίως φέρειν τὰς συμφοράς, τούς τε παῖδας αὐταῖς παρακαταθέμενος· ὁ γὰρ πρεσβύτερος τῶν παίδων ἦν δέκα γεγονὼς ἔτη, ὁ δὲ νεώτερος ἔτι ὑπαγκάλιος·
因为他完全没有被女人们的泪水和哀恸所动摇,只是拥抱了她们,勉励她们高尚地承受灾祸,并将孩子们托付给她们——因为他的孩子中,年长者已满十岁,年幼者尚在怀抱之中。
ἄλλο δʼ οὐθὲν οὔτε φιλοφρονησάμενος οὔτε διοικησάμενος οἷς εἰς τὴν φυγὴν χρήσεσθαι ἔμελλεν, ἐξῄει κατὰ σπουδὴν ἐπὶ τὰς πύλας οὐθενὶ δηλώσας, ὅποι τὴν ἀπαλλαγὴν ποιήσοιτο.
此外他既没有向家人表示更多的温存,也没有为自己流放中将要使用的物品做任何准备,便急忙朝城门走去,没有向任何人透露自己打算前往何处安身。

词汇与语法注释

  1. 7.67.1διʼ αἰτίας ... ἔχοντες — 意为“指责某人”或“怪罪某人”的惯用表达。介词短语 διʼ αἰτίας(处于指责中)与动词 ἔχω 结合,支配宾语 τὸν Οὐαλέριον。
  2. 7.67.2οὔτʼ ἀνακλαυσάμενος ὤφθη — 动词 ὁράω 的被动过去式 ὤφθη(他被看见)与补充性分词(ἀνακλαυσάμενος, ἀποιμώξας)连用,表示“他未被看见哭泣或哀嚎”,即“他没有表现出哭天喊地的样子”。
  3. 7.67.3οἷς εἰς τὴν φυγὴν χρήσεσθαι ἔμελλεν — 不定式 χρήσεσθαι(使用)依赖于动词 ἔμελλεν,(他将要)。由于动词 χράομαι 支配与格,因此关系代词 οἷς 采用与格,其先行词(流放时要用的物品)被省略。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.67.1-7.67.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.67.1-7.67.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。