Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.65.1-7.65.5

弹劾贵族惯例的确立及其利弊

第 568 段,共 962 段 · 希腊语

内容简介

以科里奥兰纳斯的审判为契机,将贵族召至平民面前受审的惯例得以确立,平民力量随之壮大。作者讨论了这一惯例的利弊,指出领袖的品格才是决定性的。

§7.65.1αὕτη πρώτη κατʼ ἀνδρὸς πατρικίου πρόσκλησις εἰς τὸν δῆμον ἐγένετο ἐπὶ δίκῃ.
αὕτη πρώτη κατʼ ἀνδρὸς πατρικίου πρόσκλησις εἰς τὸν δῆμον ἐγένετο ἐπὶ δίκῃ. 这是第一次为了审判而将贵族召唤至平民面前。
καὶ ἀπʼ ἐκείνου τοῦ χρόνου τοῖς ὕστερον λαμβάνουσι τὴν τοῦ δήμου προστασίαν ἔθος κατέστη καλεῖν οὓς δόξειε τῶν πολιτῶν δίκην ὑφέξοντας ἐπὶ τοῦ δήμου·
καὶ ἀπʼ ἐκείνου τοῦ χρόνου τοῖς ὕστερον λαμβάνουσι τὴν τοῦ δήμου προστασίαν ἔθος κατέστη καλεῖν οὓς δόξειε τῶν πολιτῶν δίκην ὑφέξοντας ἐπὶ τοῦ δήμου· 自那时起,对于后来担任平民领袖(护民官)的人来说,召集他们认为应当在平民面前受审的公民,便成为了一种惯例。
καὶ ἐνθένδε ἀρξάμενος ὁ δῆμος ἤρθη μέγας, ἡ δʼ ἀριστοκρατία πολλὰ τοῦ ἀρχαίου ἀξιώματος ἀπέβαλε βουλῆς τε μετέχειν ἐπιτρέπουσα τοῖς δημοτικοῖς καὶ ἀρχὰς μετιέναι συγχωροῦσα ἱερῶν τε προστασίας λαμβάνειν οὐ κωλύουσα καὶ ὅσα ἄλλα τιμιώτατα ἦν καὶ ἴδια τῶν πατρικίων μόνων ἅπασι κοινωσαμένη, τὰ μὲν ὑπʼ ἀνάγκης τε καὶ ἄκουσα, τὰ δʼ ἐκ προνοίας τε καὶ σοφίας, ὑπὲρ ὧν κατὰ τὸν οἰκεῖον καιρὸν ἐρῶ.
καὶ ἐνθένδε ἀρξάμενος ὁ δῆμος ἤρθη μέγας, ἡ δʼ ἀριστοκρατία πολλὰ τοῦ ἀρχαίου ἀξιώματος ἀπέβαλε βουλῆς τε μετέχειν ἐπιτρέπουσα τοῖς δημοτικοῖς καὶ ἀρχὰς μετιέναι συγχωροῦσα ἱερῶν τε προστασίας λαμβάνειν οὐ κωλύουσα καὶ ὅσα ἄλλα τιμιώτατα ἦν καὶ ἴδια τῶν πατρικίων μόνων ἅπασι κοινωσαμένη, τὰ μὲν ὑπʼ ἀνάγκης τε καὶ ἄκουσα, τὰ δʼ ἐκ προνοίας τε καὶ σοφίας, ὑπὲρ ὧν κατὰ τὸν οἰκεῖον καιρὸν ἐρῶ. 从那时起,平民的力量大为壮大,而贵族政体则丧失了其古老威严的大部分——允许平民参与元元老院,准许他们竞选官职,不阻碍他们担任神职,并将所有其他曾经最受尊崇、仅属于贵族专有的一切事物与所有人共享;这其中有些是出于无奈和违心的,有些则是出于远见和智慧,关于这些事情,我将在适当的时候予以说明。
§7.65.2τοῦτο μέντοι τὸ ἔθος, τὸ καλεῖσθαι τοὺς ἐν τῇ πόλει δυναστεύοντας ἐπὶ δίκην, ἧς ὁ δῆμος ἐγίνετο κύριος, πολλὰς ἂν παράσχοι λόγων ἀφορμὰς τοῖς ἐπαινεῖν αὐτὸ βουλομένοις ἢ ψέγειν.
τοῦτο μέντοι τὸ ἔθος, τὸ καλεῖσθαι τοὺς ἐν τῇ πόλει δυναστεύοντας ἐπὶ δίκην, ἧς ὁ δῆμος ἐγίνετο κύριος, πολλὰς ἂν παράσχοι λόγων ἀφορμὰς τοῖς ἐπαινεῖν αὐτὸ βουλομένοις ἢ ψέγειν. 然而,将城邦中的权贵召集来接受由平民掌握裁决权的审判,这一惯例无疑会为那些想要赞扬或指责它的人提供许多争论的由头。
πολλοὶ μὲν γὰρ ἤδη καλοὶ καὶ ἀγαθοὶ ἄνδρες οὐκ ἄξια τῆς ἀρετῆς ἔπαθον, αἰσχρῶς καὶ κακῶς τὰς ψυχὰς ὑπὸ τῶν δημάρχων ἀφαιρεθέντες· πολλοὶ δʼ αὐθάδεις καὶ τυραννικοὶ τοὺς τρόπους λόγον ἀναγκασθέντες ὑποσχεῖν τοῦ βίου καὶ τῶν ἐπιτηδευμάτων δίκας τὰς προσηκούσας ἔδοσαν.
πολλοὶ μὲν γὰρ ἤδη καλοὶ καὶ ἀγαθοὶ ἄνδρες οὐκ ἄξια τῆς ἀρετῆς ἔπαθον, αἰσχρῶς καὶ κακῶς τὰς ψυχὰς ὑπὸ τῶν δημάρχων ἀφαιρεθέντες· 因为已经有许多优秀而高尚的人,遭受了与其美德不相称的待遇,被护民官们以可耻且卑劣的方式夺去了生命; πολλοὶ δʼ αὐθάδεις καὶ τυραννικοὶ τοὺς τρόπους λόγον ἀναγκασθέντες ὑποσχεῖν τοῦ βίου καὶ τῶν ἐπιτηδευμάτων δίκας τὰς προσηκούσας ἔδοσαν. 另一方面,许多性格傲慢、具有僭主倾向的人,则被迫对自己的生活和行为做出解释,并付出了应有的代价。
§7.65.3ὁπότε μὲν οὖν ἀπὸ τοῦ κρατίστου γένοιντο αἱ διαγνώσεις, καὶ καθαιρεθείη τὰ τῶν μεγάλων αὐχήματα σὺν δίκῃ, μέγα τι καὶ θαυμαστὸν ἐφαίνετο εἶναι χρῆμα καὶ ὑπὸ πάντων ἐπῃνεῖτο, ὁπότε δʼ ἀρετὴ φθονηθεῖσα ἀνδρὸς τὰ κοινὰ εὖ διοικοῦντος ἀδίκως ἀναιρεθείη, δεινόν τι τοῖς ἄλλοις κατεφαίνετο, καὶ οἱ τοῦ ἔθους ἄρξαντες κατηγοροῦντο.
ὁπότε μὲν οὖν ἀπὸ τοῦ κρατίστου γένοιντο αἱ διαγνώσεις, καὶ καθαιρεθείη τὰ τῶν μεγάλων αὐχήματα σὺν δίκῃ, μέγα τι καὶ θαυμαστὸν ἐφαίνετο εἶναι χρῆμα καὶ ὑπὸ πάντων ἐπῃνεῖτο, 因此,每当判决是出于最公允的考量,而权贵的傲慢又被公正地惩治时,这一制度就显得是一件伟大而令人惊叹的事物,并受到所有人的赞扬; ὁπότε δʼ ἀρετὴ φθονηθεῖσα ἀνδρὸς τὰ κοινὰ εὖ διοικοῦντος ἀδίκως ἀναιρεθείη, δεινόν τι τοῖς ἄλλοις κατεφαίνετο, καὶ οἱ τοῦ ἔθους ἄρξαντες κατηγοροῦντο. 但每当一个妥善治理公共事务的人因其美德受到嫉妒而被不公正地毁灭时,这在其他人看来便成了一件可怕的事情,而开创这一惯例的人也会受到谴责。
πολλάκις τε βουλευσάμενοι οἱ Ῥωμαῖοι, πότερα χρὴ καταλῦσαι αὐτὸ ἢ φυλάττειν, οἷον παρὰ τῶν προγόνων παρέλαβον, οὐθὲν ἐπέθηκαν τῇ βουλῇ πέρας.
πολλάκις τε βουλευσάμενοι οἱ Ῥωμαῖοι, πότερα χρὴ καταλῦσαι αὐτὸ ἢ φυλάττειν, οἷον παρὰ τῶν προγόνων παρέλαβον, οὐθὲν ἐπέθηκαν τῇ βουλῇ πέρας. 罗马人曾多次讨论应当废除它,还是应当像从祖先那里继承下来的一样予以保留,但他们的讨论始终没有得出最终的结论。
§7.65.4εἰ δὲ δεῖ καὶ αὐτὸν ἀποφήνασθαι περὶ τηλικούτων πραγμάτων γνώμην, ἐμοὶ δοκεῖ τὸ μὲν ἔθος αὐτὸ καθʼ ἑαυτὸ ἐξεταζόμενον χρήσιμον εἶναι καὶ πόλει τῇ Ῥωμαίων ἀναγκαιότατον, κρεῖττον δὲ καὶ χεῖρον γίνεσθαι παρὰ τοὺς τῶν δημάρχων τρόπους.
εἰ δὲ δεῖ καὶ αὐτὸν ἀποφήνασθαι περὶ τηλικούτων πραγμάτων γνώμην, ἐμοὶ δοκεῖ τὸ μὲν ἔθος αὐτὸ καθʼ ἑαυτὸ ἐξεταζόμενον χρήσιμον εἶναι καὶ πόλει τῇ Ῥωμαίων ἀναγκαιότατον, κρεῖττον δὲ καὶ χεῖρον γίνεσθαι παρὰ τοὺς τῶν δημάρχων τρόπους. 如果我也必须对如此重大的事务发表意见,在我看来,这一惯例就其本身而言是有益的,且对罗马城邦来说是极其必要的,但它会随着护官的品格好坏而变得更好或更坏。
ὅταν μὲν γὰρ τύχωσι τῆς ἐξουσίας ταύτης ἄνδρες δίκαιοι καὶ σώφρονες καὶ τὰ κοινὰ ἀναγκαιότερα τῶν ἰδίων τιθέμενοι, ὁ μὲν ἀδικῶν τὰ κοινὰ τιμωρίαν δούς, ἣν προσῆκε, πολὺ δέος τοῖς ὅμοια παρεσκευασμένοις δρᾶν ἐνειργάσατο, ὁ δʼ ἀγαθὸς καὶ ἀπὸ τοῦ κρατίστου πρὸς τὰ κοινὰ παριὼν οὔτε δίκην ἀσχήμονα ὑπέσχεν οὔτʼ εἰς αἰτίας ἀλλοτρίους τῶν ἐπιτηδευμάτων κατέστη.
ὅταν μὲν γὰρ τύχωσι τῆς ἐξουσίας ταύτης ἄνδρες δίκαιοι καὶ σώφρονες καὶ τὰ κοινὰ ἀναγκαιότερα τῶν ἰδίων τιθέμενοι, ὁ μὲν ἀδικῶν τὰ κοινὰ τιμωρίαν δούς, ἣν προσῆκε, πολὺ δέος τοῖς ὅμοια παρεσκευασμένοις δρᾶν ἐνειργάσατο, ὁ δʼ ἀγαθὸς καὶ ἀπὸ τοῦ κρατίστου πρὸς τὰ κοινὰ παριὼν οὔτε δίκην ἀσχήμονα ὑπέσχεν οὔτʼ εἰς αἰτίας ἀλλοτρίους τῶν ἐπιτηδευμάτων κατέστη. 因为当公正、克制、且视公职重于私利的人获得这一权力时,那些损害公共利益的人在付出应有的惩罚后,会给那些企图效仿的人带来极大的震震;而那些出于最公允的动机投身公共事务的正直之人,既不会遭受耻辱的审判,也不会被加之与其平时行为不符的罪名。
§7.65.5ὅταν δὲ πονηροὶ καὶ ἀκόλαστοι καὶ φιλοκερδεῖς ἄνθρωποι τηλικαύτης ἐξουσίας τύχωσι, τἀναντία τούτων γίνεται.
ὅταν δὲ πονηροὶ καὶ ἀκόλαστοι καὶ φιλοκερδεῖς ἄνθρωποι τηλικαύτης ἐξουσίας τύχωσι, τἀναντία τούτων γίνεται. 然而,当邪恶、放荡且贪财的人获得如此重大的权力时,情况就会恰恰相反。
ὥστʼ οὐ τὸ ἔθος ἐπανορθοῦσθαι προσῆκεν ὡς ἡμαρτημένον, ἀλλὰ σκοπεῖν, ὅπως ἄνδρες καλοὶ καὶ ἀγαθοὶ τοῦ δήμου γενήσονται προστάται καὶ μὴ τοῖς τυχοῦσι τὰ μέγιστα εἰκῆ ἐπιτραπήσεται.
ὥστʼ οὐ τὸ ἔθος ἐπανορθοῦσθαι προσῆκεν ὡς ἡμαρτημένον, ἀλλὰ σκοπεῖν, ὅπως ἄνδρες καλοὶ καὶ ἀγαθοὶ τοῦ δήμου γενήσονται προστάται καὶ μὴ τοῖς τυχοῦσι τὰ μέγιστα εἰκῆ ἐπιτραπήσεται. 因此,我们不应当把这一惯例当作一种错误去加以纠正,而应当设法使优秀而高尚的人成为平民的领袖,而不是将最重大的事务随意委付给任何偶然碰上的人。

词汇与语法注释

  1. ¦1468¦βουλῆς τε μετέχειν ἐπιτρέπουσα — 现在分词 ἐπιτρέπουσα、συγχωροῦσα、οὐ κωλύουσα 以及不定过去时分词 κοινωσαμένη 均作为状语分词,用以解释主句动词 ἀπέβαλε(失去)的方式或伴随状况,具体描述了贵族丧失其尊严的过程与妥协。
  2. ¦1469¦ὁπότε μὲν οὖν ἀπὸ τοῦ κρατίστου γένοιντο αἱ διαγνώσεις — 由 ὁπότε 引导的从句中的祈愿式(γένοιντο、καθαιρεθείη、ἀναιρεθείη)与主句中的过去未完成时直陈式(ἐφαίνετο、ἐπῃνεῖτο、κατεφαίνετο、κατηγοροῦντο)相结合,表示过去的一般性或重复性情况(“每当……时,便发生……”)。
  3. ¦p.v.3p.104¦ὅπως ἄνδρες καλοὶ καὶ ἀγαθοὶ τοῦ δήμου γενήσονται — ὅπως 搭配将来时直陈式(γενήσονται、ἐπιτραπήσεται)的句式,构成了依赖于动词 σκοπεῖν(“设法、注意使……”)的努力或目的从句。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.65.1-7.65.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.65.1-7.65.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。