§7.61.1παυσαμένου δὲ τοῦ Μηνυκίου παρελθὼν ὁ δήμαρχος Σικίννιος οὔτʼ αὐτὸς ἔφη προδώσειν τὴν ἐλευθερίαν τῶν δημοτῶν οὔτε τοῖς προδιδοῦσιν ἐπιτρέψειν ἑκών, ἀλλʼ εἰ τῷ ὄντι παρέχουσιν οἱ πατρίκιοι τὸν ἄνδρα ἐπὶ δίκην τοῖς δημοτικοῖς, ἀναδώσειν περὶ αὐτοῦ ψῆφον, ἄλλο δὲ ποιήσειν παρὰ ταῦτʼ οὐδέν.
当米努基乌斯发言结束时,护民官西基尼乌斯走上前,声称他自己既不会背叛平民的自由,也不会甘心容忍那些背叛的人;但如果贵族们确实把那个人交托给平民接受审判,他将就他进行投票,而除此以外他什么也不会做。
§7.61.2μετὰ ταῦτα παρελθὼν ὁ Μηνύκιος εἶπεν· ἐπειδὴ πάντως, ὦ δήμαρχοι, ψῆφον ἐπενεχθῆναι περὶ τοῦ ἀνδρὸς προθυμεῖσθε, μηθὲν ἔξω τοῦ ἐγκλήματος κατηγορεῖτε· ἀλλʼ ἐπειδὴ τυραννίδι αὐτὸν ἐπιχειρεῖν εἰσηγγείλατε, τοῦτο διδάσκετε καὶ περὶ τούτου τὰς πίστεις φέρετε.
此后,米努基乌斯走上前说道:“护民官们,既然你们无论如何都急于对那个人进行投票,就不要在起诉书范围之外指控任何事;但既然你们指控他企图建立僭主政治,就请论证这一点,并提出关于此事的证据。
λόγων δʼ, ὧν αὐτὸν αἰτιᾶσθε κατὰ τοῦ δήμου πρὸς τὴν βουλὴν εἰπεῖν, μήτε μέμνησθε μήτε κατηγορεῖτε.
至于你们指控他在元老院里针对平民所说的话,既不要提及,也不要指控。
ἀφεῖσθαι γὰρ αὐτὸν ἐψηφίσατο ταύτης τῆς αἰτίας τὸ συνέδριον, καὶ ἐπὶ ῥητοῖς ἥκειν εἰς τὸν δῆμον ἐδικαίωσε.
因为元老院已经投票免除了他的这项指控,并判定他应当在特定条件下来到平民面前。
§7.61.3καὶ μετὰ τοῦτʼ ἀνέγνω τὸ προβούλευμα.
” 在这之后,他宣读了预备决议。
ὁ μὲν δὴ ταῦτʼ εἰπών τε καὶ ἐπιμαρτυράμενος κατέβη.
他说了这些话并作证之后便走下了台。
τῶν δὲ δημάρχων πρῶτος μὲν διέθετο τὴν κατηγορίαν Σικίννιος ἐκ πολλῆς ἐπιμελείας καὶ παρασκευῆς, πάνθʼ ὅσα πράττων ἢ λέγων ὁ ἀνὴρ κατὰ τοῦ δήμου διετέλεσεν εἰς κατασκευὴν τυραννίδος ἀναφέρων· ἔπειτα μετʼ ἐκεῖνον οἱ δυνατώτατοι τῶν δημάρχων εἰπεῖν.
而在护民官中,西基尼乌斯首先怀着极大的细心和准备展开了指控,将那个男人持续对平民所做或所说的一切,都归结于僭主政治的建立;随后在他之后,是护民官中在演讲方面最有力的人。