§7.59.5αὐτῶν ἔφερον.
(装备与他们前面的人不相等,而)他们正是携带着这些。
οἱ δὲ μετὰ τούτους καλούμενοι τίμημά τʼ οὐσίας ἔλαττον εἶχον καὶ τάξιν ἐν πολέμῳ τὴν ἀσφαλεστέραν ἐλάμβανον καὶ ὁπλισμὸν εὐσταλέστερον εἶχον· διῄρηντο δʼ εἰς εἴκοσι καὶ οὗτοι λόχους· συνετάττοντο δὲ καὶ τούτοις δύο λόχοι βυκανιστῶν καὶ σαλπιστῶν.
在他们之后被召集的人财产估值更少,在战争中担任较安全的位置,且装备更为轻便;这些人也被划分为二十个百人队;与他们一同编队的还有两个由号角手和喇叭手组成的百人队。
πέμπτη δʼ ἐκαλεῖτο συμμορία τῶν ὀλίγου πάνυ τετιμημένων ἀργυρίου, ὅπλα δʼ ἦν αὐτῶν σαυνία καὶ σφενδόναι· οὗτοι τάξιν οὐκ εἶχον ἐν φάλαγγι, ἀλλὰ ψιλοὶ καὶ κοῦφοι συνεστρατεύοντο τοῖς ὁπλίταις εἰς τριάκοντα λόχους διῃρημένοι.
第五等级被称为那些财产极少的人,他们的武器是标枪和投石器;这些人在方阵中没有位置,而是作为轻装且行动敏捷的士兵,被划分为三十个百人队,与重装步兵一同出征。
§7.59.6οἱ δʼ ἀπορώτατοι τῶν πολιτῶν οὐκ ἐλάττους τῶν ἄλλων ἁπάντων ὄντες ἔσχατοι τὴν ψῆφον ἀνελάμβανον, ἕνα μόνον ἔχοντες λόχον· οὗτοι στρατειῶν τʼ ἦσαν ἐλεύθεροι τῶν ἐκ καταλόγου καὶ εἰσφορῶν τῶν κατὰ τιμήματα γινομένων ἀτελεῖς καὶ διʼ §7.59.7ἄμφω ταῦτʼ ἐν ταῖς ψηφοφορίαις ἀτιμότατοι.
而最贫穷的公民人数不少于其他所有公民的总和,却最后领取选票,仅拥有一个百人队;他们免于登记名册的兵役,也免交按财产估值征收的税款,由于这两点原因,他们在投票中地位最低。
εἰ μὲν οὖν ἐπὶ τῶν πρώτων λόχων, οὓς οἵ θʼ ἱππεῖς ἐξεπλήρουν καὶ τῶν πεζῶν οἱ τὴν πρώτην τάξιν ἐν τοῖς πολέμοις λαμβάνοντες, ταὐτὸ φρονήσαιεν ἑπτὰ καὶ ἐνενήκοντα λόχοι, τέλος εἶχεν ἡ ψηφοφορία, καὶ οὐκέτι τοῖς λοιποῖς ἓξ καὶ ἐνενήκοντα λόχοις ἀνεδίδοτο ἡ ψῆφος· εἰ δὲ μὴ τοῦτο γένοιτο, ἡ δευτέρα συμμορία τῶν δύο καὶ εἴκοσι λόχων ἐκαλεῖτο, καὶ ἡ τρίτη· καὶ τοῦτο συνέβαινεν, ἕως οὗ ταὐτὸ φρονήσωσιν ἑπτὰ καὶ ἐνενήκοντα λόχοι.
因此,如果在由骑兵填满的百人队以及在战争中担任第一列排位的步兵所组成的最初百人队中,有九十七个百人队意见一致,投票即告结束,剩余的九十六个百人队便不再获得投票权;但如果未发生这种情况,则召集由二十二个百人队组成的第二等级,然后召集第三等级;这一过程会一直持续,直到有九十七个百人队意见一致为止。
§7.59.8καὶ τὰ μὲν πολλὰ τῶν ἀγωνισμάτων ἐπὶ τῶν πρώτων κλήσεων τέλος ἐλάμβανεν, ὥστε μηδὲν ἔτι δεῖν τῶν ἐσχάτων.
大多数争端在第一轮召集时就已解决,因此完全不需要最后一批人。
σπανίως δέ που πρᾶγμα οὕτως ἐνδοιαζόμενον ἐνέπιπτεν, ὥστε μέχρι τῆς ἐσχάτης ψήφου τῆς τῶν ἀπορωτάτων προελθεῖν· καὶ ἦν ὥσπερ τέρας τοῦτο σχισθέντων δίχα τῶν προτέρων δύο καὶ ἐνενήκοντα καὶ ἑκατὸν λόχων τὴν τελευταίαν ψῆφον ἐπενεχθεῖσαν ἐκείναις αἰτίαν γενέσθαι τῆς ἐπὶ θάτερα ῥοπῆς.
但大概极少有事情会如此悬而不决,以至于一直进行到最贫穷者的最后一票;而如果在先前的192个百人队对半平分的情况下,投下的最后一票成为向另一方倾斜的原因,这简直就像是奇迹一般。
§7.59.9οἱ μὲν οὖν συναγωνιζόμενοι Μαρκίῳ ταύτην ἠξίουν καλεῖν τὴν ἀπὸ τῶν τιμημάτων ἐκκλησίαν ὑπολαμβάνοντες τάχα μὲν ἐπὶ τῆς πρώτης κλήσεως ὑπὸ τῶν ὀκτὼ καὶ ἐνενήκοντα λόχων ἀπολυθήσεσθαι τὸν ἄνδρα, εἰ δὲ μή γʼ ὑπὸ τῆς δευτέρας ἢ τρίτης.
因此,与马尔基乌斯并肩作战的人要求召集这种按财产估值投票的大会,他们推测在第一轮召集中,该人或许就会被九十八个百人队宣告无罪,否则也至少会在第二或第三轮中被释放。
οἱ δὲ δήμαρχοι ταῦθʼ ὑφορώμενοι καὶ αὐτοὶ τὴν φυλετικὴν ἐκκλησίαν ᾤοντο δεῖν συνάγειν καὶ τοῦ ἀγῶνος ἐκείνην ποιῆσαι κυρίαν, ἵνα μήθʼ οἱ πένητες τῶν πλουσίων μειονεκτῶσι μήθʼ οἱ ψιλοὶ τῶν ὁπλιτῶν ἀτιμοτέραν χώραν ἔχωσι, μήτʼ ἀπερριμμένον εἰς τὰς ἐσχάτας κλήσεις τὸ δημοτικὸν πλῆθος ἀποκλείηται τῶν ἴσων, ἰσόψηφοι δὲ καὶ ὁμότιμοι πάντες ἀλλήλοις γενόμενοι μιᾷ κλήσει τὴν ψῆφον ἐπενέγκωσι κατὰ φυλάς.
但保民官们察觉到了这一点,认为他们自己应该召集按部族投票的大会,并使该大会对这场诉讼拥有决定权,以便贫民不至于比富人处于劣势,轻装兵不至于比重装步兵处于更低的地位,被排斥到最后召集阶段的平民大众也不至于被排除在平等权利之外,而是使所有人彼此拥有同等票权和同等尊严,在一次召集中按部族投出他们的选票。
§7.59.10καὶ ἐδόκουν δικαιότερα οὗτοι τῶν ἑτέρων ἀξιοῦν δημοτικὸν οἰόμενοι δεῖν, ἀλλʼ οὐκ ὀλιγαρχικὸν εἶναι τὸ τοῦ δήμου δικαστήριον, καὶ τὴν περὶ τῶν ἀδικούντων τὸ κοινὸν διάγνωσιν ἁπάντων εἶναι κοινήν.
他们似乎比另一方提出了更公正的要求,因为他们认为,人民的法庭应当是民主的,而非寡头制的,并且对于损害公共利益者的审判应当是所有人共同参与的。