Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.56.1-7.56.4

与平民分享权力的安全性与独裁官的作用

第 558 段,共 962 段 · 希腊语

内容简介

演讲者论证了与平民分享国政和裁判权的安全性,并解释说在危机时期,从贵族中选出的独裁官将维持秩序。

§7.56.1ἐὰν οὖν κοινωνήσητε καὶ τῷ δήμῳ τῶν πολιτευμάτων, οὐθὲν ὑμῖν ἐνθάδε φύσεται κακόν, ἀλλʼ ὁ πλέον ἔχειν τῶν ἄλλων ἀξιῶν καὶ τῆς βουλῆς προσεταιρισάμενος τὸν βουλόμενον συννοσεῖν καὶ συναδικεῖν· πάντα γὰρ τὰ εἰκότα χρὴ περὶ πόλεως βουλευομένους προνοεῖν· κληθεὶς ὑπὸ τῶν δημάρχων εἰς τὸ πλῆθος ὁ μέγας ἐκεῖνος καὶ σεμνὸς ἀποδώσει τῷ δήμῳ τῷ φαύλῳ καὶ ταπεινῷ λόγον ὧν πράττει τε καὶ διανοεῖται, κἂν ἀδικῶν φαίνηται δίκης, ἧς ἂν ἄξιος ᾖ, τεύξεται.
因此,如果你们也将国政与平民分享,这里就不会给你们带来任何祸害。 相反,即使是那位自认为比别人更配享有特权、并从元元院中拉拢愿意共同作恶和同流合污者的伟大而威严之人——因为凡是为城邦深谋远虑的人,都必须预见到所有可能发生的事情——一旦被保民官传唤到民众面前,也必须向平民和卑微之人交代自己的所作所为和意图;如果他被发现犯有罪行,也将受到他所应得的惩罚。
§7.56.2αὐτὸν δὲ τὸν δῆμον, ἵνα μὴ τρυφᾷ τηλικαύτης ἔξουσίας γενόμενος κύριος, μηδʼ ὑπὸ τῶν κακίστων ἐκδημαγωγούμενος τοῖς κρατίστοις πολεμῇ· καὶ γὰρ ἐν ὄχλῳ φιλεῖ γίνεσθαι τυραννίς· φυλάξει τε καὶ οὐδὲν ἐάσει παρανομεῖν ὁ διαφέρων φρονήσει ἀνὴρ δικτάτωρ ὑφʼ ὑμῶν αἱρεθείς, ὃς αὐτοκράτορι καὶ ἀνυπευθύνῳ χρώμενος ἐξουσίᾳ τό τε νοσοῦν ἐξελεῖ τῆς πόλεως μέρος, καὶ τὸ μήπω διεφθαρμένον οὐκ ἐάσει κακωθῆναι, ἔθη τε καὶ νόμιμα καὶ ζηλώματα βίων τὰ κράτιστα μεθαρμοσάμενος ἀρχάς τʼ ἀποδείξας ἃς ἂν ἡγῆται σωφρονέστατα τῶν κοινῶν ἐπιτροπεύσειν·
至于平民自身,为了不让他们在掌握了如此巨大的权力后变得骄横,也不让他们受最恶劣的煽动家所蛊惑而与最优秀的人为敌——因为在群氓之中确实容易产生僭主制——将由你们所选出的、在智慧上出类拔萃的独裁官来加以监视,不容许他们有任何不法行为。 他将行使绝对且不接受质询的权力,既清除城邦中生病的部分,又不容许尚未腐败的部分受到侵害,同时将习俗、法律和生活方式重整为最完善的状态,并任命他认为能最审慎地管理公共事务的官职。
καὶ ταῦτʼ ἐντὸς ἓξ μηνῶν διοικησάμενος ἰδιώτης αὖθις ἔσται τὸ τιμᾶσθαι μόνον ἐκ τούτων λαβών, ἄλλο δʼ οὐθέν.
在六个月内理顺这些事务后,他将重新成为一介平民,仅从中获得荣誉,而别无他物。
§7.56.3ταῦτʼ οὖν ἐνθυμηθέντες καὶ τὸ σχῆμα τῆς πολιτείας τοῦθʼ ἡγησάμενοι κράτιστον εἶναι μηθενὸς ἀπελαύνετε τὸν δῆμον, ἀλλʼ ὥσπερ ἀρχὰς ἀποδεικνύναι τὰς καθʼ ἕκαστον ἐνιαυτὸν ἡγησομένας τῆς πόλεως, καὶ νόμους τοὺς μὲν ἐπικυροῦν, τοὺς δʼ ἀναιρεῖν, καὶ περὶ πολέμου καὶ εἰρήνης διαγιγνώσκειν, ἃ μέγιστα καὶ κυριώτατά ἐστι τῶν ἐν τῇ πόλει διαπραττομένων, μεταδεδώκατε αὐτῷ καὶ οὐθενὸς τούτων αὐτοκράτορα πεποιήκατε τὴν βουλήν· οὕτως καὶ τῶν δικαστηρίων μεταδίδοτε, καὶ μάλισθʼ ὑπὲρ ὧν ἄν τις αἰτίαν ἔχῃ τὴν πόλιν ἀδικεῖν στάσιν εἰσάγων ἢ τυραννίδα κατασκευαζόμενος ἢ περὶ προδοσίας τοῖς πολεμίοις διαλεγόμενος ἢ τοιοῦτό τι ἄλλο κακὸν ἐπιχειρῶν πράττειν.
因此,思考这些道理并认为这种政体是最优越的,就不要将平民排除在任何事务之外。 正如你们已经与他们分享了每年领导城邦的官职任命、某些法律的批准和废除、以及关于战争与和平的决定——这些都是城邦所处理的事务中最重大和最关键的部分——且没有让元老院在其中任何一项事务上拥有专断之权;同样地,你们也要将法庭裁判权分享给他们,尤其是对于有人被指控通过引入内讧、建立僭主制、与敌人密谋叛国或企图实施其他类似恶行而危害城邦的案件。
§7.56.4ὅσῳ γὰρ ἂν φοβερώτερον κατασκευάσητε τὸ παραβαίνειν τοὺς νόμους καὶ τὰ ἔθη κινεῖν τοῖς ὑβρισταῖς καὶ πλεονέκταις, πολλοὺς ὀφθαλμοὺς καὶ φύλακας αὐτῶν ἀποδείξαντες, τοσούτῳ κρεῖττον ὑμῖν ἕξει τὰ κοινά.
因为,通过为法律和习俗设立众多的眼睛和监视者,你们越是让那些傲慢和贪婪之人对违法和动摇习俗感到恐惧,公共事务对你们而言就会变得越发海晏河清。

词汇与语法注释

  1. 7.56.1ὁ πλέον ἔχειν τῶν ἄλλων ἀξιῶν καὶ τῆς βουλῆς προσεταιρισάμενος τὸν βουλόμενον συννοσεῖν καὶ συναδικεῖν — 分词短语 `ὁ ... ἀξιῶν καὶ ... προσεταιρισάμενος` 构成了整个主句主动词 `ἀποδώσει` 的实质主语。在夹杂了一个解释原因的插入句(`πάντα γὰρ...`)之后,主语通过主格名词短语 `ὁ μέγας ἐκεῖνος καὶ σεμνὸς`(那位伟大而威严之人)被重新提及,并受到分词 `κληθείς` 的修饰,最终与主动词相连。
  2. 7.56.2αὐτὸν δὲ τὸν δῆμον — 句首的 `αὐτὸν δὲ τὸν δῆμον` 是后方主动词 `φυλάξει` 的直接宾语(宾格)。该词在穿过了目的从句(`ἵνα μὴ...`)和解释从句(`καὶ γὰρ...`)之后才与动词结合。将其前置(超步法 hyperbaton)是为了对比性地强调对平民自身的监视。
  3. 7.56.3ὥσπερ ... οὕτως — 整句围绕 `ὥσπερ` 从句(“正如”)与 `οὕτως` 从句(“同样地”)的照应关系构建。在 `ὥσπερ` 从句中,有两个直陈式动词 `μεταδεδώκατε` 和 `πεποιήκατε`,并连带着三个宾格不定式短语(`ἀποδεικνύναι`、`ἐπικυροῦν... ἀναιρεῖν`、`διαγιγνώσκειν`)。与此相对应,`οὕτως` 从句中的动词 `μεταδίδοτε` 是现在时命令式。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.56.1-7.56.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.56.1-7.56.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。