§7.54.1ταῦτα μὲν Ἄππιος εἶπεν.
阿庇乌斯这样说了。
Μάνιος δὲ Οὐαλέριος ὁ δημοτικώτατος τῶν ἐκ τοῦ συνεδρίου καὶ περὶ τὰς διαλλαγὰς πλείστην ἀποδειξάμενος προθυμίαν φανερῶς καὶ τότε τῷ δήμῳ συνελάμβανε καὶ λόγον διεξῆλθε μετὰ πολλῆς συγκείμενον φροντίδος, ἐπιτιμῶν μὲν τοῖς οὐκ ἐῶσι μίαν εἶναι τὴν πόλιν, ἀλλὰ διαιροῦσι τὸ δημοτικὸν ἀπὸ τῶν πατρικίων καὶ διὰ μικρὰς προφάσεις πολέμους ἀναζωπυροῦσιν ἐμφυλίους·
而马尼乌斯·瓦莱里乌斯,作为元老院中最倾向平民的人,并且为和解展现出极大热忱的人,当时也公开地帮助平民,并发表了一篇精心准备的演说。
ἐπαινῶν δὲ τοὺς ἓν τὸ συμφέρον καὶ κοινὸν ἡγουμένους καὶ πάντʼ ἐλάττω τῆς ὁμονοίας τιθεμένους, διδάσκων, ὡς, εἰ γένοιτο τῆς δίκης ὁ δῆμος, ὥσπερ ἀξιοῖ, κύριος, καὶ ταύτην παρὰ τοῦ συνεδρίου τὴν χάριν ἑκόντος λάβοι, τάχα μὲν οὐδʼ ἐπέξεισιν ἄχρι τέλους, ἀλλʼ ἀρκεσθεὶς αὐτῷ τῷ κεκρατηκέναι τοῦ σώματος ἐπιεικέστερον μᾶλλον ἢ χαλεπώτερον αὐτῷ χρήσεται.
他一方面谴责那些不容许城邦合一、而是将平民与贵族分裂并因微不足道的借口而重燃内战的人,另一方面赞美那些认为利益是一致且公共的、并将一切置于和睦之下的人,指出如果平民像他们所要求的那样成为裁判的主宰,并从自愿的元老院那里获得这一恩惠,或许他们甚至不会追究到底,而是仅满足于掌握了他的身柄这一事实,对他采取更为宽大而非更为严厉的态度。
§7.54.2εἰ δʼ ἄρα ἐκ παντὸς οἰομένων τρόπου τῶν δημάρχων τέλος ἐπιθεῖναι δεῖν νόμιμον τῇ δίκῃ τῆς ψήφου γενήσεται κύριος, ἀπολύσει τὸν ἄνδρα τῆς αἰτίας αἰδούμενος μὲν αὐτὸ τὸ κινδυνεῦον σῶμα, οὗ πολλὰ καὶ καλὰ ἔργα ἔχει μεμνῆσθαι, ἀνταποδιδοὺς δὲ ταύτην τὴν χάριν τῇ παρασχούσῃ τὴν ἐξουσίαν αὐτῷ βουλῇ καὶ πρὸς μηδὲν ἐναντιωθείσῃ §7.54.3τῶν μετρίων.
但是,如果因为保民官们认为必须通过一切方式给裁判一个法律上的结果,平民果真成为了投票的主宰,他们也会宣告这人免于指控,这既是出于对处于危险中的他那人身的敬畏——他们应该记得他的许多辉煌功绩——也是为了将这一恩惠作为回报,奉献给赋予他们权力且未曾反对任何合理要求的元老院。
παρεῖναι μέντοι τῇ δίκῃ συνεβούλευε καὶ συναπολογεῖσθαι τῷ ἀνδρὶ καὶ τὸν δῆμον ἀξιοῦν μηθὲν διαγνῶναι περὶ αὐτοῦ χαλεπὸν τούς θʼ ὑπάτους καὶ τοὺς ἐκ τοῦ συνεδρίου πάντας καὶ τοὺς ἄλλους πατρικίους κατὰ πλῆθος ἀφικομένους·
不过,他建议执政官们、所有元老院议员以及其他贵族大举前来,出席这场裁判,并与那人一同申辩,并请求平民不要对他做出任何严厉的裁决。
συνοίσειν γὰρ οὐ μικρὰ τῷ κινδυνεύοντι καὶ τούτους εἰς σωτηρίας ῥοπήν·
因为他们也将对处于危险中的人转向得救产生不小的决定性影响。
καὶ μὴ μόνον αὐτοὺς οὕτως ἔχειν ταῖς γνώμαις, ἀλλὰ καὶ πελάτας ἕκαστον τοὺς αὑτοῦ παρακαλεῖν καὶ φίλους συνάγειν, καὶ εἴ τινας οἰκείως ἔχειν σφίσι τῶν δημοτικῶν διʼ εὐεργεσίας ὑπολαμβάνουσι, καὶ τούτους νυνὶ τὴν πρότερον ὀφειλομένην χάριν ἐπὶ §7.54.4τῆς ψηφοφορίας ἀπαιτεῖν.
而且不仅他们自己应当抱有这样的想法,每个人还应当召集自己的被保护人,聚集朋友,并且如果他们认为有些平民由于过去的恩惠而与他们关系亲密,现在就应当在投票时要求他们偿还以前所欠的恩情。
τό τε φιλόχρηστον καὶ μισοπόνηρον οὐκ ὀλίγον ἀπέφηνεν ἐκ τοῦ δήμου μέρος ἐσόμενον, καὶ ἔτι πλεῖον τούτου, ὃ πρὸς τὰς τύχας πάσχειν τι τὰς ἀνθρωπίνας καὶ ἐλεεῖν οἶδε τοὺς ἐν τοῖς ἀξιώμασιν, ὅταν εἰς ταπεινὰ πέσωσιν αὐτῶν αἱ §7.54.5τύχαι.
他还指出,平民中乐善好施、痛恨邪恶的部分将是不少的,而比这更大的一部分是那些对人类的命运感同身受、并在处于尊贵地位者运势衰落时懂得怜悯他们的人。
ὁ δὲ πλείων λόγος ἐγίνετο αὐτῷ πρὸς τὸν Μάρκιον παράκλησιν ἔχων νουθετήσει μεμιγμένην καὶ δέησιν ἀνάγκῃ.
他的大部分言辞是针对马尔基乌斯(科里奥兰纳斯)的,其中既有混杂着规劝的勉励,也有伴随着必然性的恳求。
ἠξίου γὰρ αὐτόν, ἐπεὶ διιστάναι τὸν δῆμον ἀπὸ τῆς βουλῆς αἰτίαν ἔχει καὶ τυραννικὸς εἶναι διαβάλλεται διὰ τὴν αὐθάδειαν τοῦ τρόπου, δέος τε παρέστηκεν ἅπασι, μὴ διʼ αὐτὸν ἀρχὴ γένηται στάσεως καὶ κακῶν ἀνηκέστων, ἃ φέρουσιν ἐμφύλιοι πόλεμοι, μὴ ποιεῖν ἀληθεῖς καὶ κυρίας τὰς κατʼ αὐτοῦ διαβολὰς μένοντα ἐν τῷ φθονουμένῳ τοῦ βίου, ἀλλὰ σχῆμα ταπεινὸν μεταλαβεῖν καὶ τοῖς ἀδικεῖσθαι λέγουσι τὴν ἐξουσίαν τοῦ σώματος παρασχεῖν, καὶ μὴ φεύγειν ἄδικον ἔγκλημα λόγῳ μετὰ δίκης ἀπολυόμενον.
因为他请求他,既然他背负着分裂平民与元老院的指控,并因其性格的傲慢而被诽谤为具有僭主倾向,且所有人都感到恐惧,唯恐因为他而成为内讧的开端以及内战所带来的无可救药的灾厄,就不要通过留在令人嫉妒的生活方式中,使针对他的诽谤成为真实且确凿的,而应当采取卑微的态度,将自己的身体置于宣称受委屈者的权力之下,不要逃避在裁判中可以通过言词予以澄清的不当指控。
§7.54.6ταῦτα γὰρ αὐτῷ πρός τε σωτηρίαν ἀσφαλέστατα εἶναι καὶ πρὸς εὐδοξίαν, ἧς ὀρέγεται, λαμπρότατα καὶ τοῖς προυπηργμένοις ἔργοις ἀκόλουθα.
因为他指出,这些做法对他来说,对于安全而言是最稳妥的,对于他所渴望的名望而言是最辉煌的,也与他先前所立下的功绩相符。
εἰ δʼ αὐθαδέστερος ἔσται μᾶλλον ἢ μετριώτερος, καὶ τὴν βουλὴν ἀξιώσει πάντα κίνδυνον διʼ ἑαυτὸν ὑπομένειν, κακὴν μὲν ἧτταν, αἰσχρὰν δὲ νίκην τοῖς πεισθεῖσι προσάψειν αὐτὸν ἀπέφαινεν·
但如果他表现得更加傲慢而不是更加克制,并要求元老院为了他而承担一切危险,他指出他将会给那些听从他的人带来悲惨的失败或可耻的胜利。
ἦν τʼ ἐνταῦθα πολὺς ὀλοφυρόμενος καὶ τῶν καταλαμβανόντων κακῶν τὰς πόλεις ἐν ταῖς διχοστασίαις τὰ μέγιστα καὶ φανερώτατα ἐπιλεγόμενος.
他在此处大加哀叹,历数了城邦在内讧中所遭受的最重大、最明显的灾难。