Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.52.1-7.52.8

阿庇乌斯否定平民审判权并捍卫元老院

第 554 段,共 962 段 · 希腊语

内容简介

演说者论证了戴基乌斯所主张的平民法庭法律及近期的和解协议均未赋予平民审判贵族的权力,并捍卫了元老院的公信力。

§7.52.1ὡς δὲ καὶ τοῦτο, περὶ οὗ νυνὶ πρόκειται σκοπεῖν ὅμοιόν ἐστι τοῖς ἄλλοις ἐγχειρήμασιν αὐτοῦ τοῖς ἀδίκοις καὶ παρανόμοις, καὶ οὐχ, οἷον ὁ δήμαρχος ἐξαπατῶν ὑμᾶς ἐπειρᾶτο ἀποφαίνειν, δίκαιον καὶ μέτριον, μάθετε οἱ μήπω σαφῶς εἰδότες.
至于现在提出来讨论的这一件事,也同样是他的其他不义和违法企图之一,而非如保民官企图欺骗你们所展示的那样公正而合理,那些尚未明确知晓的人请了解这一点。
ὁ μὲν οὖν νόμος ὁ περὶ τῶν δικαστηρίων τῶν δημοτικῶν, ᾧ Δέκιος ἐκρατύνατο μάλιστα, οὐ καθʼ ὑμῶν ἐγράφη τῶν πατρικίων, ἀλλʼ ὑπὲρ ἀσφαλείας τῶν κατισχυομένων δημοτικῶν, ὡς αὐτός τε δηλοῖ γραφὰς ἔχων οὐκ ἀμφιβόλους, καὶ §7.52.2ὑμεῖς τοῦτο πάντες ἀεὶ λέγετε καλῶς ἐπιστάμενοι.
那么,关于平民法庭的法律——戴基乌斯最以此为凭——并非是针对你们贵族而写的,而是为了保障受欺压的平民的安全,正如该法自身所具有的毫无歧义的条文所表明的那样,而且你们大家由于深知此事也总是这样说的。
μέγα δὲ τούτου σημεῖόν ἐστιν, ὃ καὶ παντὸς ἀμφισβητουμένου δικαίου κριτήριον εἶναι δοκεῖ κράτιστον, ὁ χρόνος ἐννεακαιδεκέτης ἤδη γεγονώς, ἐξ οὗ ὁ νόμος οὗτος ἐτέθη· ἐν ᾧ παντὶ Δέκιος οὐκ ἂν ἔχοι δεῖξαι δίκην οὐδεμίαν οὔτε δημοσίαν κατʼ οὐδενὸς τῶν πατρικίων ἐν τῷ νόμῳ δεδικασμένην, οὔτʼ ἰδίαν· εἰ δὲ φήσει, §7.52.3δειξάτω καὶ μηθὲν ἔτι δεόμεθα λόγου.
关于这一点的一个重大证据,也似乎是一切有争议之权利的最佳判断标准,便是自该法律制定以来已经过去了十九年的时间;在这整个期间内,戴基乌斯无法出示任何一起根据该法对任何贵族进行的审判,无论是公诉还是私诉;如果他声称有,那就让他展示出来,我们便再无须任何多言。
αἱ δʼ ὁμολογίαι, καθʼ ἃς διελύσασθε πρὸς τοὺς δημότας αἱ νεωστὶ γενόμεναι· χρὴ γὰρ καὶ περὶ τούτων ὑμᾶς μαθεῖν, ἐπειδὴ πονηρὸς ἐξηγητὴς ὁ δήμαρχος αὐτῶν ἐγένετο· δύο ταῦτα συγχωρήματα περιέχουσιν· ἀφεῖσθαι τοὺς δημοτικοὺς τῶν χρεῶν, καὶ τὴν ἀρχὴν τήνδε ἀποδείκνυσθαι καθʼ ἕκαστον ἐνιαυτὸν ἐπικουρίας ἕνεκα τῶν κατισχυομένων καὶ κωλύσεως, ἄλλο δὲ παρὰ ταῦτʼ οὐδέν.
而你们最近与平民达成和解的协议——因为你们也有必要了解这些,既然保民官已经成了这些协议的恶劣解释者——只包含以下两项让步:免除平民的债务,以及每年设立这一官职以援助和保护受欺压者,除此之外再无其他。
§7.52.4μέγιστον δʼ ὑμῖν γενέσθω τεκμήριον, ὅτι οὔθʼ ὁ νόμος οὔθʼ αἱ συνθῆκαι κατʼ ἀνδρὸς πατρικίου δικάζειν τῷ δήμῳ δεδώκασιν ἐξουσίαν, ὃ ποιεῖ νῦν αὐτὸς ὁ δῆμος.
请让这一点成为你们最大的证据,即法律和协议都没有赋予平民审判贵族的权力,而这正是平民现在正在做的事。
αἰτεῖται γὰρ αὐτὸ παρʼ ὑμῶν τήμερον, ὡς πρότερόν γʼ οὐκ ἔχων· οὐδεὶς δʼ ἂν ἀξιώσειέ τι παρʼ ἄλλων λαμβάνειν, §7.52.5ὧν ἐστι νόμῳ κύριος.
因为他们今天向你们请求这一权力,正说明他们以前并不拥有它;因为没有人会认为应当向他人索取自己依法已经掌握的东西。
δίκαιον δὲ φύσεως ἀνομοθέτητον, ὦ βουλή, πῶς ἂν εἴη τοῦτο·
元老院的诸位,这又怎能是自然界未经立法的正义呢?
καὶ γὰρ τοῦτο Δέκιος ὑμᾶς ᾤετο δεῖν σκοπεῖν· τοῖς μὲν δημόταις, ἅς τʼ ἂν φύγωσι δίκας ὑπὸ τῶν πατρικίων καὶ ἃς ἂν ἐκείνους διώκωσι, τὸν δῆμον δικάζειν, τοῖς δὲ πατρικίοις μήθʼ ὅταν ἐπάγωσί τινα τῶν δημοτικῶν δίκην μήθʼ ὅταν αὐτοὶ κινδυνεύσωσι τοὺς πατρικίους τὰ νείκη διαιτᾶν, ἀλλὰ τούτοις μὲν ἀμφότερα ἐξεῖναι πλεονεκτεῖν, §7.52.6ἡμῖν δʼ οὐδετέρου τῶν δικαίων μετέχειν;
(因为戴基乌斯认为你们也应当考虑这一点):对于平民而言,无论是他们被贵族起诉的诉讼,还是他们起诉贵族的诉讼,都由平民自己来审判;而对于贵族而言,不论是当他们对平民提起诉讼时,还是他们自己面临危险时,都不允许贵族来仲裁争端,反倒允许前者在两方面都占尽优势,而我们却在两方面的权利中都无份?
εἰ δέ τι Μάρκιος ἀδικεῖ τὸν δῆμον, καὶ ἄλλος τῶν πατρικίων ὁστισοῦν καὶ δίκαιός ἐστιν ἀποθανεῖν ἢ τῆς πόλεως ἐκπεσεῖν, μὴ παρʼ αὐτοῖς, ἀλλʼ ἐνθάδε κριθεὶς διδότω δίκας, ὥσπερ ἐστὶ νόμιμον.
但如果马尔基乌斯对平民犯下了某种罪行,或者其他任何贵族也是如此,且他理应被处死或逐出城邦,那就让他不是在他们面前、而是在这里接受审判并服刑,正如法律所规定的那样。
εἰ μὴ ἄρα, ὦ Δέκιε, ὁ μὲν δῆμος ἴσος ἔσται δικαστὴς καὶ οὐθὲν ἂν χαρίσαιτο αὑτῷ πρὸς ἀνδρὸς ἐχθροῦ τὴν ψῆφον ἐπιφέρων· οὗτοι δʼ εἰ γένοιντο τῆς ψήφου κύριοι τὸν ἀδικοῦντα περὶ πλείονος ποιήσονται τῆς ἀδικουμένης ὑπʼ αὐτοῦ πόλεως, μέλλοντες ἀρὰν καὶ ἐπιορκίαν καὶ μῖσος μὲν παρʼ ἀνθρώπων, χόλον δὲ παρὰ θεῶν ἐκ τῆς δίκης ἀποίσεσθαι καὶ μετὰ πονηρῶν ἐλπίδων ζῆν.
除非,戴基乌斯,平民会成为公正的法官,在对一个敌人投下判决票时绝不偏私于自己;而这些人一旦掌握了投票权,就会重看作恶者过于被其侵害的城邦,即便他们注定要从这场审判中带回人们的诅咒、伪誓和仇恨,以及神明的愤怒,并在邪恶的希望中度日。
§7.52.7οὐκ ἀξιῶ ταῦτα περὶ τῆς βουλῆς ὑμᾶς, ὦ δημόται, σκοπεῖν, ᾗ τιμὰς καὶ ἀρχὰς καὶ τὰ κράτιστα τῶν ἐν τῇ πόλει παραχωρεῖν ὁμολογεῖτε διʼ ἀρετήν, καὶ πολλὰς χάριτας εἰδέναι φατὲ τῆς προθυμίας, ἣν ἀπεδείξατο περὶ τὴν κάθοδον ὑμῶν.
平民们,我认为你们不应当对元老院抱有这样的看法,你们承认因其德行而向其让出城邦中的荣誉、官职和最重要的事情,并且你们声称,对于元老院在你们归来一事上所展现出的热忱深表感激。
μάχεται ταῦτʼ ἀλλήλοις· καὶ οὐκ ἔχει λόγον, οὓς ἐπαινεῖτε, τούτους φοβεῖσθαι καὶ ἅμα τοῖς αὐτοῖς περὶ μὲν τῶν μειζόνων ἐπιτρέπειν, περὶ δὲ §7.52.8τῶν ἄλλων ἀπιστεῖν.
这些言行是互相矛盾的;去畏惧你们所赞美的人,同时对同样这些人,在更重大的事情上予以托付,而在其他事情上却予以不信任,这是毫无道理的。
τί δʼ οὐχὶ μιᾷ χρώμενοι γνώμῃ ἢ πάντα πιστεύετε αὐτοῖς ἢ περὶ πάντων ἀπιστεῖτε;
你们为何不秉持单一的态度,要么在所有事情上都信任他们,要么在所有事情上都不信任?
ἀλλὰ προβουλεῦσαι μὲν αὐτοὺς τὰ δίκαια ἱκανοὺς εἶναι νομίζετε, δικάσαι δὲ περὶ αὐτῶν τούτων ὧν προβουλεύουσιν οὐχ ἱκανούς.
然而,你们却认为他们有能力预先议决公正的事项,却无能力对他们自己预决的这些事项进行审判!
πολλὰ καὶ ἄλλα περὶ τῶν δικαίων εἶχον, ὦ βουλή, λέγειν, ἀλλὰ καὶ ταῦθʼ ἱκανά.
元老院的诸位,关于正义我本还有许多话可说,但这些也已经足够了。

词汇与语法注释

  1. 1428ὡς δὲ καὶ τοῦτο, περὶ οὗ νυνὶ πρόκειται σκοπεῖν ¦1428¦ ὅμοιόν ἐστι — 句首的 ὡς 是引导宾语从句(意为“……的事实”)的连词,取决于主句的祈使动词 μάθετε,在主控动词之前形成了一个长从句。
  2. 1428ἐξ οὗ — 由介词 ἐκ 和关系代名词 ὅς 的中性属格构成的表示时间的习惯用法,意为“自……以来”。
  3. 1429ἀφεῖσθαι... ἀποδείκνυσθαι — 这些是对格不定式短语,其主语分别为 τοὺς δημοτικούς 和 τὴν ἀρχὴν τήνδε。它们起同位语的作用,用以具体解释前述名词 συγχωρήματα 的内容。
  4. 1430τὸν δῆμον δικάζειν — 对格不定式结构(以 τὸν δῆμον 为主语),充当同位语从句,用以解释修辞性疑问句 πῶς ἂν εἴη τοῦτο 中指示代名词 τοῦτο 的具体内容。
  5. p.v.3p.80εἰ μὴ ἄρα — 意为“除非真有其事(而这显然不可能)”的习惯表达,带有强烈的反语和讽刺语气。后续句子以直陈式将来时(ἔσται, ποιήσονται)提出了平民不会偏私或元老院会庇护作恶者的荒谬假设。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.52.1-7.52.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.52.1-7.52.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。