§7.50.1τί οὖν ἐποίησεν ὁ χρηστὸς ἡμῖν δῆμος, ἐπειδὴ καὶ ταύτην αὐτῷ συνεχωρήσατε τὴν ἀρχήν;
那么,当我们那善良的平民在你们也向他们做出这一官职的让步后,又做了什么呢?
οὐκ ἐταμιεύσατο τὴν τοσαύτην χάριν οὐδʼ ἔλαβεν αἰσχυνομένως αὐτὴν καὶ σωφρόνως, ἀλλʼ ὡς δεδοικόσι τὴν ἰσχὺν αὐτοῦ καὶ κατεπτηχόσιν ἡμῖν. . . ἔπειτα ἱερὰν καὶ ἄσυλον ἔφη δεῖν ἀποδειχθῆναι τὴν ἀρχὴν ὅρκοις ἐμπεδωθεῖσαν, κρείττω τιμὴν αἰτούμενος ἧς δεδώκατε ὑμεῖς τοῖς ὑπάτοις.
他们并没有克制地使用如此巨大的恩惠,也没有怀着羞耻和适度之心接受它,而是把我们看作是害怕他们的力量并对他们畏缩不前……接着他们声称,该官职应当被宣布为神圣不可侵犯的,并通过誓言加以巩固,要求获得比你们赋予执政官的还要高的荣誉。
ὑπεμείνατε καὶ τοῦτο καὶ στάντες ἐπὶ τῶν τομίων κατʼ ἐξωλείας ἑαυτῶν τε καὶ τῶν ἀπογόνων ὠμόσατε.
你们也忍受了这一点,站在被宰杀的祭牲旁,立下誓言,若违誓则让自己和子孙遭受彻底毁灭。
§7.50.2τί οὖν ἐποίησε καὶ τούτου τυχών;
那么,在获得了这一点之后,他们又做了什么?
ἀντὶ τοῦ χάριτας ὑμῖν εἰδέναι καὶ σώζειν τὸν πάτριον κόσμον τῆς πολιτείας, ἀρξάμενος ἀπὸ τούτων τῶν πλεονεξιῶν καὶ ταύταις ταῖς παρανομίαις ἀφορμαῖς τῶν ὕστερον χρησάμενος νόμους τʼ ἀπροβουλεύτους εἰσφέρει, καὶ τούτους ἐπιψηφίζει δίχα τῆς ὑμετέρας γνώμης, καὶ οἷς ἂν ὑμεῖς ἐκφέρητε δόγμασιν οὐ προσέχει τὸν νοῦν, καὶ τῶν ὑπάτων ὡς οὐκ ὀρθῶς τὴν πόλιν ἐπιτροπευόντων κατηγόρει, καὶ τοῖς ἐκβαίνουσι παρὰ τὰς ὑμετέρας συνθήκας· πολλὰ δʼ ἐστίν, ὧν οὐ δύναται στοχάσασθαι λογισμὸς ἀνθρώπινος· οὐ τὴν τύχην, ὥσπερ ἐχρῆν, ἀλλὰ τὴν ὑμετέραν ἐπιγράφει διάνοιαν, ἐπιβουλεύεσθαί θʼ ὑφʼ ὑμῶν σκηπτόμενος καὶ δεδιέναι, μὴ τὴν ἐλευθερίαν ἀφέλησθε ἢ τῆς πατρίδος ἐκβάλητε, αὐτὸς ἐφʼ ὑμῖν ταῦτα μηχανώμενος διατελεῖ, καὶ τὸ μὴ παθεῖν ὃ δεδοικέναι φησίν, οὐκ ἄλλῳ τινὶ φυλαττόμενος δῆλός ἐστιν, ἢ τῷ δρᾶσαι φθάσας.
他们不仅没有向你们表示感谢并维护祖传的政体秩序,反而从这些贪欲开始,利用这些违法的便利作为此后行为的起点,提交未经元老院预审的法律,并在未经你们同意的情况下通过它们;他们对你们提出的任何决议不予理睬,并指责执政官没有正确管理城邦;对于那些违反你们协议而发生的事情——有许多事情是人类理性无法预料的——他们不像应该的那样归因于运气,而是归咎于你们的意图,借口说自己正受到你们的阴谋陷害,并害怕你们夺走他们的自由或将他们驱逐出祖国,而他们自己却不断对你们策划这些事情,显而易见,他们为了避免遭受自己声称所害怕的事情,除了抢先一步对你们下手之外,没有通过任何其他方式来防范。
§7.50.3ἐδήλωσε δὲ τοῦτο πολλάκις μὲν καὶ πρότερον καὶ ἐπὶ πολλῶν ὧν ἐξείργομαι μεμνῆσθαι κατὰ τὸ παρόν, μάλιστα δὲ Μάρκιον τουτονὶ τὸν φιλόπολιν ἄνδρα, οὔτε προγόνων ἀφανῶν ὄντα οὔτʼ αὐτὸν ἀρετῇ λειπόμενον οὐθενὸς ἡμῶν, αἰτιασάμενος ἐπιβουλεύειν αὐτῷ καὶ πονηρὰς ἐνθάδε γνώμας λέγειν, ἄκριτον ἐπεχείρησεν ἀποκτεῖναι.
这一行径不仅在此前以及在许多我目前不便提及的事件中屡次显露,而且最明显的是,他们指控这位爱国的马尔基乌斯——他既非出身于微贱的先祖,其自身的德行也不亚于我们中的任何人——指责他阴谋反对他们并在元老院发表恶意的意见,企图在不经审判的情况下将他处死。
§7.50.4καὶ εἰ μὴ δεινὸν ἡγησάμενοι τὸ πρᾶγμα οἵ θʼ ὕπατοι καὶ ὑμῶν οἱ τὰ κρείττω φρονοῦντες συνεστράφητε καὶ τὴν παρανομίαν ἐπέσχετε αὐτῶν, ἐν μιᾷ τῇ τότε ἡμέρᾳ πάντʼ ἂν ἀφῃρέθητε, ὅσα οἱ πατέρες θʼ ὑμῖν σὺν πολλοῖς κτησάμενοι πόνοις κατέλιπον καὶ αὐτοὶ ὑμεῖς οὐκ ἐλάττους ἀγῶνας ἐκείνων ὑποστάντες ἔχετε, τὸ ἀξίωμα, τὴν ἡγεμονίαν, τὴν ἐλευθερίαν· οἱ δὲ γενναιότεροι καὶ οὐκ ἀγαπήσαντες αὐτὸ τὸ ζῆν, εἰ μὴ μετὰ τούτων ἐμέλλετε τῶν ἀγαθῶν βιώσεσθαι, τὰς ψυχὰς ἂν πρότερον ἢ ταῦτʼ ἀφῃρέθητε, οἱ μὲν εὐθύς, οἱ δʼ οὐκ εἰς μακράν.
如果不是执政官们和你们中明智的人认为事态严重,联合起来并制止了他们的违法行为,那么就在当时的那一天里,你们就会被夺走你们的祖辈付出诸多劳苦获得并留给你们的、以及你们自己经历了不亚于他们的斗争而保全的一切——你们的尊严、统治权和自由;而那些更具高贵气节、若不能与这些福祉共存便不愿苟活的人,则会在这些东西被夺走之前,先被夺去生命——有些人会立即被杀,有些人则在不久之后。
§7.50.5τί γὰρ ἂν τὸ κωλῦσον ἦν οὕτως αἰσχρῶς καὶ κακῶς Μαρκίου τοῦδε ἀναρπασθέντος ὥσπερ ἐν ἐρημίᾳ κἀμὲ μετὰ τοῦτον ἀπολωλέναι διασπασθέντα ὑπὸ τῶν ἐχθρῶν, καὶ πάντας, ὅσοι πώποτʼ ἠναντιώθησαν, καὶ τὸ λοιπὸν ἔμελλον ἐναντιώσεσθαι ταῖς παρανόμοις ἐπιθυμίαις τοῦ δήμου;
因为如果马尔基乌斯像在荒野中一样,如此可耻且悲惨地被劫走,那么有什么能阻止我也在他之后,被敌人撕成碎片而毁灭呢? 又有什么能阻止所有曾经反对过、以及在未来准备反对平民违法欲望的人(被毁灭)呢?
οὐ γὰρ ἂν ἠρκέσθη τοὺς δύο μόνους ἡμᾶς ἐκποδὼν ποιησάμενος, οὐδὲ μέχρι δεῦρʼ ἐλθὼν ἀπέστη τῆς παρανομίας, εἰ δεῖ τὰ μέλλοντα τεκμαίρεσθαι τοῖς γεγονόσιν, ἀλλʼ ἀφʼ ἡμῶν ἀρξάμενος ἅπαν τὸ ἀντίπαλον καὶ μὴ εἶκον ὥσπερ χειμάρρους πολὺς ἐμπεσὼν παρέσυρεν ἂν καὶ κατήνεγκεν, οὔτʼ εὐγενείας φειδόμενος οὔτʼ ἀρετῆς οὔθʼ ἡλικίας.
因为如果必须根据过去的事实来推测未来的话,他们绝不会满足于仅仅除掉我们两个人,也不会在走到这一步后便停止其违法行为;而是会以我们为起点,像洪流一般冲刷并卷走一切反对且不屈服的人,既不怜惜高贵的出身,也不放过美德与年龄。