Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.51.1-7.51.6

阿庇乌斯论平民的司法诉讼与元老院的团结

第 553 段,共 962 段 · 希腊语

内容简介

面对元老院的坚决抵抗,平民软化了态度,放弃了对马尔基乌斯的非法私刑,转而求助于法庭审判。发言者呼吁元老院维持过去的妥协,但对于平民新的违法要求,必须团结一致并予以坚决抵抗。

§7.51.1ταύτας ὑμῖν ὁ δῆμος, ὦ βουλή, τὰς καλὰς ἀμοιβὰς ἀνθʼ ὧν ἔπαθεν ἀγαθῶν πολλῶν ὄντων καὶ μεγάλων τὰς μὲν ἀπέδωκεν ἤδη, τὰς δʼ ἀποδώσειν ἔμελλεν, εἰ μὴ τὸ κωλῦσον παρʼ ὑμᾶς ἐγένετο.
元老院的诸位,平民因其所蒙受的诸多重大恩惠,向你们回赠的这些‘美好报答’,有的已经付诸行动,有的则正欲付诸行动,若非在你们这边出现了阻碍。
ἄγε δὴ νῦν κἀκεῖνα ἐνθυμήθητε πάλιν, ἃ μετὰ τοῦτο τὸ γενναῖον καὶ σῶφρον ὑμῶν ἔργον ἔδρασεν, ἵνα γνῶτε, §7.51.2ὅντινα χρὴ τρόπον αὐτῷ προσφέρεσθαι.
且让我们现在再回想一下,在你们做出了那高尚而审慎的举动之后,他们又做了些什么,以便你们了解应该用何种方式对待他们。
ἐκεῖνος τοίνυν ὡς ἔμαθεν ὑμᾶς οὐκέτι φέροντας αὐτοῦ τὴν ὕβριν, ἀλλʼ ὁμόσε χωρεῖν παρεσκευασμένους, ἔπτηξε καὶ μικρὸν ἀναλαβὼν ἑαυτὸν ὥσπερ ἐκ μέθης καὶ μανίας ἀπὸ μὲν τοῦ βιάζεσθαι κατέβη, ἐπὶ τὸ δικάζεσθαι δʼ ἐτράπετο·
当平民得知你们不再容忍其傲慢,而是准备与之正面对抗时,便退缩了;他们稍微清醒过来,仿佛从醉酒和狂乱中恢复一般,放弃了武力胁迫,转而求助于诉讼。
καὶ προειπὼν ἡμέραν ῥητὴν εἰς αὐτὴν ἐκάλει τὸν ἄνδρα ὡς δίκην ὑφέξοντα, ἧς αὐτὸς ἔμελλεν ἔσεσθαι κατήγορός τε καὶ μάρτυς καὶ δικαστὴς καὶ τοῦ §7.51.3μεγέθους τῆς τιμωρίας κύριος.
他们预先宣布了特定日期,并在该日传唤此人受审,而在这场审判中,平民自己便企图身兼控告者、证人、法官以及刑罚程度的主宰者。
ἐπειδὴ δὲ καὶ πρὸς τοῦτʼ ἐνέστητε νομίσαντες οὐκ ἐπὶ δίκην, ἀλλʼ ἐπὶ τιμωρίαν καλεῖσθαι τὸν ἄνδρα, ὁρῶν ὡς οὐδενὸς αὐτοκράτωρ ἐστὶ πράγματος, ἀλλʼ ὅσʼ ἂν ὑμεῖς προβουλεύσητε, ταῦτʼ ἐπιψηφίσαι κύριος, τῆς τʼ αὐθαδείας, ἧς πολὺς ἔπνει τότε, ὑφεῖται νυνὶ καὶ δεησόμενος ὑμῶν ἥκει συγχωρῆσαι καὶ ταύτην αὐτῷ τὴν χάριν.
然而,当你们对此也表示反对,认为此人被传唤并非是为了受审、而是为了接受惩罚时,平民看到自己并无任何独断之权,而只能对你们预先议决的事情进行投票,于是他们现在收敛了当时大肆宣扬的狂妄,前来恳求你们也将这一恩惠让步于他们。
§7.51.4ἐνθυμούμενοι δὴ ταῦτʼ αἴσθεσθε ἤδη ποτὲ καὶ μάθετε, ὅτι πάνθʼ, ὅσα μὲν εὐηθέστερα βουλευσάμενοι μᾶλλον ἢ φρονιμώτερα ἐχαρίσασθε, αὐτῷ συμφορὰς ὑμῖν ἐνήνοχε καὶ βλάβας, ὅσα δὲ μετὰ τοῦ γενναίου στάντες τοῖς παρανόμοις αὐτοῦ καὶ βιαίοις ἠναντιώθητε, ταῦθʼ ὑμῖν εἰς δέον ἐκβέβηκε.
因此,考虑到这些,请你们终于觉醒并认识到:凡是你们因愚蠢而非明智地议决并让步给他们的一切,都给你们带来了灾祸和损害;而凡是你们凭借高贵的气节,挺身反对其违法和暴虐要求的一切,最终都带来了对你们有利的结果。
§7.51.5τί οὖν ὑμῖν ἐπισταμένοις ταῦτα παραινῶ πράττειν καὶ τίνα γνώμην ὑπὲρ τῶν παρόντων ἀποφαίνομαι;
那么,对于深知这些道理的你们,我建议你们去做什么,对于当前的局势我又发表什么意见呢?
ὅσα μὲν ἐχαρίσασθε καὶ συνεχωρήσατε τῷ δήμῳ τὴν ἔχθραν διαλλαττόμενοι ὁπωσδήποτε φυλάττειν κύρια, καὶ μὴ λύειν τῶν τότε συγχωρηθέντων μηθέν, οὐχ ὡς καλῶν καὶ τῆς πόλεως ἀξίων ὄντων· πόθεν γάρ;
凡是你们为了以某种方式化解敌意而向平民让步和同意的一切,都要维持其效力,并且不要废除当时所让步的任何一项——这并非因为这些决定是美好且配得上城邦的(怎么可能呢?
ἀλλʼ ὡς ἀναγκαίων καὶ μηκέτι δεχομένων διόρθωσιν· ὅσα δʼ ἂν ἔξω τούτου βιαζόμενος καὶ παρανομῶν ἀκόντων ὑμῶν ἐπιχειρῇ λαμβάνειν μήτε συγχωρεῖν αὐτῷ μήτʼ ἐπιτρέπειν, ἀλλʼ ἀντιπράττειν λόγοις τε καὶ ἔργοις καὶ ὁμοῦ πάντας καὶ ἕνα ἕκαστον ἰδίᾳ.
),而是因为它们是无可奈何的,且已无法再作修正;但对于超出此范围、他们企图违背你们的意愿通过暴力和违法手段获取的一切,既不要对他们妥协,也不要准许,而是要在言辞和行动上,无论是以集体的力量还是作为每一个个体的自身,全力予以反对。
§7.51.6οὐ γάρ, ἂν ἅπαξ ἁμάρτῃ τις εἴτʼ ἀπατηθεὶς εἴτʼ ἀναγκασθείς, καὶ τὰ λοιπὰ ὅμοια δεῖ πράττειν, ἀλλʼ ἐκείνου μεμνημένους τἆλλα ὅπως μὴ τοιαῦτα γενήσεται σκοπεῖν.
因为,如果有人因受骗或被迫而犯了一次错误,并不意味着在其余的事情上也必须重蹈覆辙;相反,正应该记取那次教训,设法使其他事情不再演变成那般模样。
ταῦτα μὲν οὖν ἐστιν, ἃ κοινῇ πάντας ὑμᾶς οἴομαι δεῖν ἐγνωκότας εἶναι, καὶ παρεσκευάσθαι πρὸς τὰς ἀδίκους τοῦ δήμου πλεονεξίας παραινῶ.
因此,这些便是我认为你们大家应当共同认识到的事情,我也奉劝你们做好准备,应对平民不义的贪欲。

词汇与语法注释

  1. 7.51.1ἀνθʼ ὧν ἔπαθεν ἀγαθῶν πολλῶν ὄντων καὶ μεγάλων — 介词 ἀντί 之后的关系代词 ὧν 被吸引同化为关系从句中先行词 ἀγαθῶν 的格(属格)。其原始结构应为 ἀντὶ τῶν ἀγαθῶν ἃ ἔ包εν。
  2. 7.51.3τῆς τʼ αὐθαδείας ... ὑφεῖται — 动词 ὑφίημι(此处为中动语态现在/完成时单数第三人称 ὑφεῖται)在表示“放松、收敛、退让”时,支配具有剥夺/分离意味的属格 τῆς αὐθαδείας。
  3. 7.51.5ὅσα μὲν ἐχαρίσασθε ... φυλάττειν κύρια — 此处使用对格不定式结构(独立不定式)来回答前文的问题“建议你们做什么”。不定式 φυλάττειν 及其后的 λύειν, συγχωρεῖν, ἐπιτρέπεῖν 和 ἀντιπράττειν 均表示由 παραινῶ(“我建议”)所引出的间接命令(劝告的具体内容)。
  4. 7.51.5οὐχ ὡς καλῶν καὶ τῆς πόλεως ἀξίων ὄντων — 这是带有连接词 ὡς 的属格独立结构,表示主观原因(“并非因为它们是高尚的……”)。καλῶν 与 ἀξίων 作为分词 ὄντων 的表语补足语。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.51.1-7.51.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.51.1-7.51.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。