Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.5.1-7.5.3

阿里基亚求援与阿里斯托德莫斯出征

第 507 段,共 962 段 · 希腊语

内容简介

遭受伊特鲁里亚人围攻的阿里基亚人向库迈求援,库迈的贵族趁机排挤阿里斯托德莫斯,任命他为由最贫困的平民组成的劣质远征军的将军出征。

§7.5.1εἰκοστῷ δʼ ὕστερον ἔτει τῆς πρὸς τοὺς βαρβάρους μάχης ἦλθον ὡς τοὺς Κυμαίους Ἀρικηνῶν πρέσβεις σὺν ἱκετηρίαις ἀξιοῦντες αὐτοὺς βοηθῆσαι σφίσιν ὑπὸ Τυρρηνῶν πολεμουμένοις.
在与蛮族交战后的第二十年,阿里基亚人的使者带着求援的信物来到库迈人那里,请求他们援助正遭受伊特鲁里亚人攻击的自己。
μετὰ γὰρ τὰς διαλλαγάς, ἃς ἐποιήσατο πρὸς τὴν Ῥωμαίων πόλιν ὁ βασιλεὺς τῶν Τυρρηνῶν Πορσίνας, τὸν υἱὸν Ἄρροντα δοὺς τὴν ἡμίσειαν τῆς στρατιᾶς ἔπεμψεν ἰδίαν ἀρχὴν κτήσασθαι βουλόμενον, ὡς ἐν τοῖς πρὸ τούτου δεδήλωκα λόγοις· ὃς ἐπολιόρκει τότε τοὺς Ἀρικηνοὺς καταπεφευγότας εἰς τὸ τεῖχος καὶ οὐ διὰ μακροῦ λιμῷ τὴν πόλιν αἱρήσειν ᾤετο.
因为在伊特鲁里亚国王波尔西纳与罗马城缔结和约之后,他将自己一半的军队交给了儿子阿伦斯,并派他前去,希望他能建立自己的统治,正如我在前文中所说明的那样;此时,阿伦斯正包围着逃入城墙内的阿里基亚人,并认为不久就能通过饥饿夺取这座城市。
§7.5.2ταύτης τῆς πρεσβείας ἀφικομένης οἱ προεστηκότες τῆς ἀριστοκρατίας μισοῦντες τὸν Ἀριστόδημον καὶ δεδιότες, μή τι κακὸν ἐξεργάσηται περὶ τὴν πολιτείαν, κάλλιστον ὑπέλαβον εἰληφέναι καιρὸν ἐκποδὼν αὐτὸν ποιήσασθαι σὺν εὐσχήμονι προφάσει.
当这一使团抵达时,贵族制的领袖们因憎恨阿里斯托德莫斯,并担心他对政体做出不利的事,便认为得到了一个绝佳的机会,可以在体面的借口下将他排除。
πείσαντες δὴ τὸν δῆμον ἀποστεῖλαι Ἀρικηνοῖς δισχιλίους ἄνδρας ἐπὶ συμμαχίαν, καὶ στρατηγὸν ἀποδείξαντες τὸν Ἀριστόδημον ὡς δὴ τὰ πολέμια λαμπρόν, τὰ μετὰ ταῦτʼ ἔπραττον, ἐξ ὧν ἢ κατακοπήσεσθαι μαχόμενον ὑπὸ τῶν Τυρρηνῶν αὐτὸν ὑπελάμβανον ἢ κατὰ πέλαγος διαφθαρήσεσθαι.
于是,他们说服平民派遣两千名男子去援助阿里基亚人,并任命阿里斯托德莫斯为将军,借口是他确实在军事上表现卓越,随后他们便策划了那些手段,以此预料他要么会在战斗中被伊特鲁里亚人斩杀,要么会在海上遇难丧生。
§7.5.3γενόμενοι γὰρ ὑπὸ τῆς βουλῆς κύριοι καταλέξαι τοὺς ἐπὶ τὴν συμμαχίαν ἐξελευσομένους τῶν μὲν ἐπισήμων καὶ λόγου ἀξίων οὐδένα κατέγραψαν, ἐπιλέξαντες δὲ τοὺς ἀπορωτάτους τε καὶ πονηροτάτους τῶν δημοτικῶν, ἐξ ὧν ἀεί τινας ὑπώπτευον νεωτερισμούς, ἐκ τούτων συνεπλήρωσαν τὸν ἀπόστολον· καὶ ναῦς δέκα παλαιὰς κάκιστα πλεούσας καθελκύσαντες, ὧν ἐτριηράρχουν οἱ πενέστατοι Κυμαίων, εἰς ταύτας αὐτοὺς ἐνεβίβασαν θάνατον ἀπειλήσαντες, ἐάν τις ἀπολειφθῇ τῆς στρατείας.
因为在获得了议会授权去选拔出征盟军的权力后,他们没有登记任何显贵和值得重视的人,而是挑选了平民中最为贫困和最无赖的人——他们一直怀疑这些人会图谋变革——用这些人填满了派遣军的员额;他们还拖出十艘航行性能极差的旧船,让库迈人中最穷的人担任船长,强迫他们登上这些船,并威胁说,如果有人在这次出征中开小差,将处以死刑。

词汇与语法注释

  1. 7.5.1ὑπὸ Τυρρηνῶν πολεμουμένοις — 带有 ὑπό + 属格(施动者)的现在被动分词。动词 πολεμέω 在主动语态中支配与格,表示“向……发动战争”,而此处使用被动语态,表示阿里基亚人(σφίσιν)正受到伊特鲁里亚人的攻击。
  2. 7.5.2ὡς δὴ τὰ πολέμια λαμπρόν — 连词 ὡς 与语气词 δή 的结合在此处带有主观伪装或讽刺的语气(“仿佛是,假装是”)。这表明贵族们对阿里斯托德莫斯的赞赏只是一种虚假的借口,真实目的是将其送往危险的远征。
  3. 7.5.3γενόμενοι γὰρ ὑπὸ τῆς βουλῆς κύριοι — 前置词短语 ὑπὸ τῆς βουλῆς(由议会)修饰形容词 κύριοι(拥有权力、决定权),表示授予该权力的主体(施动者)。该表达表明贵族们通过议会的决议合法地获得了征兵权。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.5.1-7.5.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.5.1-7.5.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。