Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.48.1-7.48.4

阿庇乌斯批评和解政策并预告救国对策

第 550 段,共 962 段 · 希腊语

内容简介

阿庇乌斯·克劳狄乌斯发表讲话,指出元老院的和解政策已经失败,并宣称与其指责他们的错误,不如不顾个人危险,提出拯救城邦的具体建议。

§7.48.1ἐβουλόμην μὲν ἂν ἔγωγε καὶ τοῖς θεοῖς ηὐξάμην πολλάκις ἐμαυτὸν μὲν ἁμαρτεῖν τῆς γνώμης, ἣν εἶχον ὑπὲρ τῶν πρὸς τὸν δῆμον διαλύσεων, ὡς οὔτε καλὴν καὶ δικαίαν οὔτε συμφέρουσαν ἡμῖν ὑπελάμβανον ἔσεσθαι τὴν τῶν φυγάδων κάθοδον καὶ διὰ παντός, ὁσάκις περὶ τούτου προὐτέθη σκοπεῖν, πρῶτός τε τῶν ἄλλων καὶ τελευτῶν μόνος, ἐπειδὴ οἱ λοιποὶ ἀπέστησαν, ἠναντιούμην· ὑμᾶς δʼ, ὦ βουλή, τοὺς ἐπὶ τὰ κρείττω τὴν ἐλπίδα λαμβάνοντας καὶ πάντα τῷ δήμῳ δίκαιά τε καὶ ἄδικα προθύμως χαριζομένους ἄμεινον ἐμοῦ δόξαι φρονεῖν.
就我而言,我本希望、也曾多次向神明祈祷,我自己在关于与平民和解的看法上是错误的——因为我曾认为流放者的归来既不体面也不公正,更对我们无益,而且每当提议讨论此事时,我始终第一个反对,在其他人退出后,最后甚至独自一人反对;同时我本希望,元老院啊,你们这些寄希望于更好结果、并急切地在一切正直与不正直的事情上取悦平民的人,被证明比我更有远见。
§7.48.2ἐπειδὴ δʼ οὐχ, ὡς ἐβουλόμην τε καὶ τοῖς θεοῖς ηὐχόμην, τὰ πράγματα ὑμῖν κεχώρηκεν, ἀλλʼ ὡς ᾤμην, καὶ περιεστήκασιν αἱ χάριτες ὑμῖν εἰς φθόνους καὶ μίση, τὸ μὲν ἐπιτιμᾶν τοῖς ἡμαρτημένοις ὑμῖν καὶ λυπεῖν ὑμᾶς διὰ κενῆς, ὃ ῥᾷστόν ἐστι καὶ πᾶσιν ὡς τὰ πολλὰ ποιεῖν σύνηθες, οὐκ ἐν καιρῷ νυνὶ γενησόμενον ὁρῶν ἐάσω.
然而,既然事情并没有像我所希望和向神明祈祷的那样朝有利于你们的方向发展,而是正如我所料,且你们的恩惠已转化为对你们的嫉妒与仇恨,那么,指责你们的错误并在无益中使你们痛苦——这虽然最容易,也是大多数人惯常的做法——但我看到这在目前是不合时宜的,因此我将予以避免。
ἐξ ὧν δὲ τά τε παρελθόντα ἐπανορθωσόμεθα, ὅσα μὴ παντάπασιν ἀνιάτως ἔχει, καὶ περὶ τῶν παρόντων ἄμεινον φρονήσομεν, §7.48.3ταῦτα πειράσομαι λέγειν.
相反,对于那些能使我们纠正过去(只要不是完全无可救药)、并对当下有更好思考的手段,我将努力予以阐述。
καίτοι με οὐ λέληθεν, ὅτι μαίνεσθαι καὶ θανατᾶν δόξω τισὶν ὑμῶν γνώμην περὶ τούτων ἐλευθέραν ἀποφαινόμενος ἐνθυμουμένοις, ἡλίκους ἔχει κινδύνους ὁ μετὰ παρρησίας λόγος, καὶ τὰς Μαρκίου συμφοράς, ὃς οὐ διʼ ἕτερόν τι νυνὶ τὸν ὑπὲρ τῆς ψυχῆς ἀγῶνα τρέχει, λογιζομένοις.
然而,我并非不知道,在你们中的一些人看来,我因在此事上发表自由的意见,会被认为是在发疯、在寻死,因为他们心里明白直言不讳带有何等巨大的危险,并且想到了马尔基乌斯的遭遇——他如今正是因为这个原因才在为自己的生命而战。
§7.48.4ἀλλʼ οὐκ οἴομαι δεῖν τῆς ἰδίας ἀσφαλείας πλείω ποιεῖσθαι πρόνοιαν ἢ τῆς κοινῆς ὠφελείας.
但我不认为应该对个人安全的考虑超过对公共利益的考虑。
δέδοται γὰρ ἤδη τοῖς ὑπὲρ ὑμῶν κινδύνοις τὸ σῶμα τοὐμόν, ὦ βουλή, καὶ καθωσίωται τοῖς ὑπὲρ τῆς πόλεως ἀγῶσιν, ὥστε ὅ τι ἂν τῷ δαίμονι δοκῇ, μετὰ πάντων τε καὶ σὺν ὀλίγοις, εἰ δʼ ἀνάγκη καὶ μόνος εὐγενῶς πείσομαι·
元老院啊,我的身体已经为你们的安全而面临危险,并已奉献给为城邦而进行的斗争;因此,无论神明意旨如何,是与所有人一起,还是与少数人一起,甚至在必要时独自一人,我都将高尚地承受。
ἕως δʼ ἂν ἔχω τὴν ψυχήν, οὐδείς με ἀφέξει φόβος μὴ οὐχ ἃ φρονῶ λέγειν.
只要我还有一口气,任何恐惧都不能阻止我说出我的真实想法。

词汇与语法注释

  1. §7.48.1ἐβουλόμην μὲν ἂν — 带有语气助词 ἄν 的直说过去未完成时 ἐβουλόμην 表示在现在或过去无法实现(或未实现)的愿望(“我本希望”,而事实并非如此)。该结构支配的宾格不定式句分为对比的两部分:前半部分的 ἐμαυτὸν μὲν ἁμαρτεῖν(“我自己是错误的”)与后半部分的 ὑμᾶς δʼ ... δόξαι φρονεῖν(“而你们被认为更为聪明”)。
  2. §7.48.1ἣν εἶχον — 关系代词 ἣν 的先行词是 τῆς γνώμης。这个关系从句结构复杂:在解释原因的 ὡς 从句插入之后,关系结构通过 καί 与动词 ἠναντιούμην(“我反对”)相连。因此,单个关系代词 ἣν 同时支配了 εἶχον(作其直接宾语)和 ἠναντιούμην(该动词通常支配属格,此处通过关系代词的牵引来理解)。
  3. §7.48.3ἐνθυμουμένοις — 与格分词 ἐνθυμουμένοις(以及通过 καί 与之相连的 λογιζομένοις)修饰前文的与格代词 τισὶν ὑμῶν(“在你们中的一些人看来”)。它们起定语或状语作用:“在你们中那些考虑到……并衡量了……的一些人看来(我似乎疯了)”。
  4. §7.48.4μὴ οὐχ ἃ φρονῶ λέγειν — 双重否定 μὴ οὐ 加上不定式 λέγειν 用于含有否定意义的动词或表达(此处为 οὐδείς με ἀφέξει φόβος,“任何恐惧都不能使我远离/阻止我”)之后。该结构表示被阻止的行为本身也被否定,从而产生强烈的肯定意义:“任何恐惧都无法阻止我说出我的想法。”

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.48.1-7.48.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.48.1-7.48.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。