§7.48.1ἐβουλόμην μὲν ἂν ἔγωγε καὶ τοῖς θεοῖς ηὐξάμην πολλάκις ἐμαυτὸν μὲν ἁμαρτεῖν τῆς γνώμης, ἣν εἶχον ὑπὲρ τῶν πρὸς τὸν δῆμον διαλύσεων, ὡς οὔτε καλὴν καὶ δικαίαν οὔτε συμφέρουσαν ἡμῖν ὑπελάμβανον ἔσεσθαι τὴν τῶν φυγάδων κάθοδον καὶ διὰ παντός, ὁσάκις περὶ τούτου προὐτέθη σκοπεῖν, πρῶτός τε τῶν ἄλλων καὶ τελευτῶν μόνος, ἐπειδὴ οἱ λοιποὶ ἀπέστησαν, ἠναντιούμην· ὑμᾶς δʼ, ὦ βουλή, τοὺς ἐπὶ τὰ κρείττω τὴν ἐλπίδα λαμβάνοντας καὶ πάντα τῷ δήμῳ δίκαιά τε καὶ ἄδικα προθύμως χαριζομένους ἄμεινον ἐμοῦ δόξαι φρονεῖν.
For my part, I should have wished, and I often prayed to the gods, that I myself might be mistaken in the opinion I held regarding the reconciliation with the people—since I supposed that the return of the exiles would be neither honorable and just nor advantageous to us, and constantly, as often as it was proposed to consider this matter, I opposed it, first of all others and at last alone when the rest withdrew—and that you, senators, who place your hopes in the better course and eagerly gratify the people in all things, both just and unjust, should be seen to have been wiser than I.
§7.48.2ἐπειδὴ δʼ οὐχ, ὡς ἐβουλόμην τε καὶ τοῖς θεοῖς ηὐχόμην, τὰ πράγματα ὑμῖν κεχώρηκεν, ἀλλʼ ὡς ᾤμην, καὶ περιεστήκασιν αἱ χάριτες ὑμῖν εἰς φθόνους καὶ μίση, τὸ μὲν ἐπιτιμᾶν τοῖς ἡμαρτημένοις ὑμῖν καὶ λυπεῖν ὑμᾶς διὰ κενῆς, ὃ ῥᾷστόν ἐστι καὶ πᾶσιν ὡς τὰ πολλὰ ποιεῖν σύνηθες, οὐκ ἐν καιρῷ νυνὶ γενησόμενον ὁρῶν ἐάσω.
But since things have not turned out for you as I wished and prayed to the gods, but as I expected, and your favors have turned into jealousy and hatred against you, I shall refrain from censuring you for your errors and causing you vain regret, which is the easiest thing to do and a common habit with almost everyone, seeing that this would not be opportune at the present time.
ἐξ ὧν δὲ τά τε παρελθόντα ἐπανορθωσόμεθα, ὅσα μὴ παντάπασιν ἀνιάτως ἔχει, καὶ περὶ τῶν παρόντων ἄμεινον φρονήσομεν, §7.48.3ταῦτα πειράσομαι λέγειν.
On the other hand, the means by which we shall both correct the past, as far as it is not altogether incurable, and take better counsel concerning the present, these I shall endeavor to state.
καίτοι με οὐ λέληθεν, ὅτι μαίνεσθαι καὶ θανατᾶν δόξω τισὶν ὑμῶν γνώμην περὶ τούτων ἐλευθέραν ἀποφαινόμενος ἐνθυμουμένοις, ἡλίκους ἔχει κινδύνους ὁ μετὰ παρρησίας λόγος, καὶ τὰς Μαρκίου συμφοράς, ὃς οὐ διʼ ἕτερόν τι νυνὶ τὸν ὑπὲρ τῆς ψυχῆς ἀγῶνα τρέχει, λογιζομένοις.
And yet, I am well aware that I shall seem to some of you to be mad and to have a longing for death in declaring a free opinion on these matters, when they reflect on how great are the dangers that outspoken speech carries, and when they consider the misfortunes of Marcius, who for no other reason is now running the race for his life.
§7.48.4ἀλλʼ οὐκ οἴομαι δεῖν τῆς ἰδίας ἀσφαλείας πλείω ποιεῖσθαι πρόνοιαν ἢ τῆς κοινῆς ὠφελείας.
But I do not think that I ought to take greater forethought for my own safety than for the common benefit.
δέδοται γὰρ ἤδη τοῖς ὑπὲρ ὑμῶν κινδύνοις τὸ σῶμα τοὐμόν, ὦ βουλή, καὶ καθωσίωται τοῖς ὑπὲρ τῆς πόλεως ἀγῶσιν, ὥστε ὅ τι ἂν τῷ δαίμονι δοκῇ, μετὰ πάντων τε καὶ σὺν ὀλίγοις, εἰ δʼ ἀνάγκη καὶ μόνος εὐγενῶς πείσομαι· ἕως δʼ ἂν ἔχω τὴν ψυχήν, οὐδείς με ἀφέξει φόβος μὴ οὐχ ἃ φρονῶ λέγειν.
For my body, senators, has already been given up to the dangers on your behalf, and is consecrated to the struggles for the state; so that whatever pleases the deity, whether in company with all, or with a few, or, if necessity demands, even alone, I shall endure it nobly; and as long as I have breath, no fear shall keep me from speaking what I think.