§7.42.1ὡς δὲ καὶ συνοίσει τῷ κοινῷ ταῦθʼ ὡς ὁ δῆμος ἀξιοῖ γινόμενα, μικρὰ διεξιόντος ἀνέχεσθέ μου.
至于按照平民所要求的去做,如何也将有利于国家公共利益,请容许我花点时间简要阐述。
φέρε γάρ, εἴ τις ὑμᾶς ἔροιτο, τί μέγιστον οἴεσθε εἶναι τῶν καταλαμβανόντων κακῶν τὰς πόλεις, καὶ τοῦ ταχίστου τῶν ὀλέθρων αἴτιον, ἆρʼ οὐχὶ τὴν διχοστασίαν εἴποιτʼ ἄν;
因为,试问如果有人问你们,在降临于城邦的各种灾难之中,你们认为哪一个是最严重的,又是最迅速带来毁灭的原因,难道你们不会说是内讧吗?
ἐμοὶ γοῦν δοκεῖ.
至少在我看来是这样的。
§7.42.2τίς γὰρ ὑμῶν οὕτως ἠλίθιός ἐστιν ἢ σκαιὸς ἢ πέρα τοῦ μετρίου μισῶν τὴν ἰσηγορίαν, ὃς οὐκ οἶδεν, ὅτι δοθείσης ἐξουσίας τῷ δήμῳ κρίνειν ἃς ἔξεστιν αὐτῷ δίκας κατὰ τὸν νόμον ἐν ὁμονοίᾳ πολιτευσόμεθα,εἰ δὲ τἀναντία γνοίητε καὶ ἀφέλοισθʼ ἡμῶν τὴν ἐλευθερίαν· ἐλευθερίαν γὰρ ἀφαιρήσεσθε δίκην καὶ νόμον ἀφαιρούμενοι· στασιάζειν ἡμᾶς αὖθις ἀναγκάσετε καὶ πολεμεῖν ὑμῖν;
因为你们当中有谁是如此愚蠢、愚钝,或是过度憎恨平等发言权,以至于不知道:如果赋予人民权力,去审判法律所允许他们审判的案件,我们就能在和谐中参与国政;但如果你们做出相反的决定,剥夺我们的自由——因为剥夺审判和法律,你们就是在剥夺我们的自由——难道你们不是在逼迫我们再次陷入内讧并向你们宣战吗?
ἐξ ἧς γὰρ ἂν ἐξελασθῇ πόλεως δίκη καὶ νόμος, εἰς ταύτην στάσις εἰσπορεύεσθαι φιλεῖ καὶ πόλεμος.
因为,审判和法律从哪个城邦被驱逐出去,内讧和战争就往往会侵入那个城邦。
§7.42.3καὶ ὅσοι μὲν οὐκ ἦλθον εἰς πεῖραν ἐμφυλίων διαφορῶν, οὐδὲν θαυμαστόν, εἰ διʼ ἀπειρίαν τῶν κακῶν μήτʼ ἄχθονται τοῖς γεγονόσι δεινοῖς μήτε κωλύουσιν ἐκ πολλοῦ τὰ μέλλοντα.
而那些没有亲身经历过同胞内讧的人,由于对这些灾难缺乏经验,既不对已经发生的严峻事态感到痛心,也不在很久以前就防范未来的隐患,这并不足为奇。
ὅσοι δʼ ὥσπερ ὑμεῖς εἰς τοὺς ἐσχάτους κινδύνους καταστάντες ἀγαπητῶς ἀπηλλάγησαν, ἣν ὁ καιρὸς ἀπῄτει ποιησάμενοι τῶν κακῶν λύσιν, τίς εὐπρεπὴς ἢ μετρία πρόφασις ἀπολείπεται τούτοις, ἐὰν ἔτι ταῖς αὐταῖς συμφέρωνται τύχαις;
但对于像你们这样,曾陷入极度危险之中、却因采取了时局所要求的消除灾难的办法而万幸摆脱的人来说,如果他们依然遭遇同样的命运,还有什么体面或适度的借口可找呢?
§7.42.4τίς δʼ οὐκ ἂν ὑμῶν καταγνοίη πολλὴν ἄνοιαν καὶ μανίαν ἐνθυμούμενος, ὅτι μικρὸν μὲν ἔμπροσθεν ὑπὲρ τοῦ μὴ στασιάζειν τοὺς δημότας πολλὰ παρὰ γνώμην ὑπεμείνατε, ὧν ἔνια οὔτε κάλλιστα ἦν ἴσως οὔτε λυσιτελέστατα· νῦν δʼ οὔτʼ εἰς χρήματα βλάπτεσθαι μέλλοντες οὔτʼ εἰς εὐδοξίαν οὔτʼ εἰς ἄλλο τῶν κοινῶν οὐδʼ ὁτιοῦν, ἵνα χαρίζησθε τοῖς μισοδημοτάτοις, τὸ δημοτικὸν αὖθις ἐκπολεμώσετε;
如果考虑到这一点,你们当中有谁不会谴责极度的愚蠢和疯狂呢? 那就是:就在不久前,为了使平民不至于谋反,你们违背自己的心意忍受了许多事情,其中有些事情也许既不十分体面,也不十分有利;而如今,你们既不会在财产上受到损失,也不会在名誉或任何其他公共利益上受到丝毫伤害,为了讨好那些最仇视平民的人,难道你们要再次激怒平民吗?
οὔκ, §7.42.5ἐάν γε σωφρονῆτε.
绝不,只要你们还有理智。
ἡδέως δʼ ἂν ὑμᾶς ἐροίμην, τίνα γνώμην λαβόντες τότε τὴν κάθοδον ἡμῖν συνεχωρήσατε ἐφʼ οἷς ἠξιοῦμεν, πότερα λογισμῷ προϊδόμενοι τὸ κράτιστον ἢ τῇ ἀνάγκῃ εἴξαντες;
我很想问问你们,当时你们怀着怎样的想法,在我们所要求的条件允许我们复归? 是凭理性预见到了最有利的结果,还是向迫不得已妥协?
εἴπερ γὰρ ταῦθʼ ὑπελαμβάνετε ὠφελιμώτατα εἶναι τῇ πόλει, τί οὐ μένετε καὶ νῦν ἐν αὐτοῖς;
因为,如果你们确实认为这些是对城邦最有利的,为什么现在不继续坚持呢?
εἰ δʼ ἀναγκαῖα καὶ οὐκ ἐνδεχόμενα ἄλλως γενέσθαι, τί χαλεπαίνετε γενομένοις;
而如果这些是必然的、是不可避免的,为什么还要对已经发生的事情感到愤怒呢?
τὴν ἀρχὴν γὰρ ἴσως ἔδει μὴ συγχωρῆσαι, εἰ δύναμις ἦν ὑμῖν, συγχωρήσαντας δὲ μηκέτι τοῖς πεπραγμένος ἐγκαλεῖν.
因为如果你们有能力,也许一开始就不应该妥协;但既然已经妥协了,就不应该再抱怨已经做出的事情。