§7.43.1ἐμοὶ μὲν γὰρ δοκεῖτε, ὦ βουλή, περὶ μὲν τὰς διαλύσεις γνώμῃ τῇ βελτίστῃ κεχρῆσθαι. . . οἷς ἀνάγκη εἴκειν. . . τοῦ βέβαια τηρεῖν τὰ συγκείμενα.
元老院的诸位,在我看来,你们在和解一事上确实采取了最妥善的决定……不得不向[这些]屈服……关于切实履行达成的协议。
θεοὺς γὰρ ἡμῖν ἐγγυητὰς ἐδώκατε τῶν ὁμολογιῶν, πολλὰ καὶ δεινὰ ἐπαρασάμενοι τοῖς παραβᾶσι τὰς συνθήκας αὐτοῖς τε καὶ ἐγγόνοις εἰς τὸν ἀεὶ χρόνον.
因为你们向我们提供了神明作为协议的保证人,对违反条约的人及其子孙后代降下了无数可怕的诅咒,使其永世不得翻身。
ἀλλʼ ὅτι μὲν δὴ τά τε δίκαια ἀξιοῦμεν καὶ τὰ συμφέροντα, ἃ καὶ πολλὴ ἀνάγκη ποιεῖν ὑμᾶς μεμνημένους τῶν ὅρκων, ὡς πρὸς εἰδότας ἅπαντας οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγοντα ἐνοχλεῖν.
但是,既然我们所要求的既是正当的,又是对彼此有利的,而且你们在铭记誓言的同时履行这些也是绝对必要的,那么对于对此了如指掌的诸位,我不知道还有什么必要用多余的话来打扰你们。
§7.43.2ὡς δʼ οὐ μικρὰ τὰ διαφέροντα ἡμῖν ἐστι τόνδε μὴ ἐκλιπεῖν τὸν ἀγῶνα μήτε βίᾳ εἴξαντας μήτʼ ἀπάτῃ παραχθέντας, ἀλλὰ κατὰ πολλὴν ἀνάγκην εἰς αὐτὸν ἀφίγμεθα, δεινὰ καὶ πέρα δεινῶν πεπονθότες ὑπὸ τοῦδε τοῦ ἀνδρός, μάθετε, ὦ πατέρες, μᾶλλον δʼ ἀναμνήσθητε·
然而,不放弃这场斗争,既不向暴力妥协,也不被欺骗所蒙蔽,这对我们来说绝非小事,而且我们是在遭受了此人可怕甚至超越可怕的对待后,在极大的迫不得已之下才卷入其中的,关于这一点,元老院的诸位父亲们,请你们知悉,或者更确切地说,请回忆起来吧。
οὐδὲν γὰρ ὅ τι οὐ πρὸς εἰδότας ὑμᾶς ἅπαντας ἐρῶ·
因为我所要说的,没有一件不是你们大家都早已知道的。
καὶ ἅμα γνώμῃ χρήσασθε οἰκείᾳ πρὸς τὰ λεγόμενα ἐνθυμηθέντες, εἰ ἡμῶν ἐπεχείρησέ τις ἐν τῷ πλήθει τοιαῦτα λέγειν ἢ πράττειν καθʼ ὑμῶν, οἷα Μάρκιος ἐτόλμησεν ἐνθάδε εἰπεῖν, ποῖόν ποτʼ ἂν ὑμῖν παρέστη πρὸς αὐτὸν πάθος.
同时,也请用你们自己的切身体会来对待这些话,并请设想:如果我们当中有人在平民集会中,企图针对你们说出或做出像马尔基乌斯在这里竟敢说出的那种话,你们对他会产生怎样一种愤怒的感情。