Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.41.1-7.41.6

西基尼乌斯依瓦莱里乌斯法要求受审的主张

第 543 段,共 962 段 · 希腊语

内容简介

西基尼乌斯根据普布利乌斯·瓦莱里乌斯制定的赋予平民上诉权的法律,主张将马尔基乌斯(科里奥兰纳斯)传唤至人民法庭审判的合法性。他进一步指出,虽然荣誉应当分配给杰出者,但免受侵害的司法权利必须对所有公民平等。

§7.41.1ἐρῶ δὲ περὶ τοῦ δικαίου πρῶτον.
首先,我将谈谈正义。
ὑμεῖς δή, ὦ βουλή, ὅτε τοὺς βασιλεῖς ἀπηλλάξατε συμμάχους ἔχοντες ἡμᾶς καὶ τὴν πολιτείαν, ἐν ᾗ νῦν ἐσμεν, κατεστήσατε, ἣν οὐ ψέγομεν, μειονεκτοῦντας ἐν ταῖς δίκαις τοὺς δημοτικοὺς ὁρῶντες, ὁπότε συμβαίη τι διάφορον αὐτοῖς πρὸς τοὺς πατρικίους· πολλὰ δʼ ἦν ταῦτα· νόμον ἐκυρώσατε Ποπλίου Οὐαλερίου θατέρου τῶν ὑπάτων γνώμῃ χρησάμενοι, ἐξεῖναι τοῖς κατισχυομένοις ὑπὸ τῶν πατρικίων δημόταις προκαλεῖσθαι τὰς κρίσεις ἐπὶ τὸν δῆμον· καὶ παρʼ οὐδὲν οὕτως ἕτερον ὡς τὸν νόμον τόνδε τήν τε πόλιν ἐν ὁμονοίᾳ διεφυλάξατε καὶ §7.41.2τοὺς βασιλεῖς ἐπιόντας ἀπεώσασθε.
元老院的议员们,当你们将我们作为盟友驱逐国王并建立我们如今所处的政体时(我们对此并不指责),看到平民在每当与贵族发生任何争执时——而这种情况屡见不鲜——在审判中处于不利地位,你们便根据两位执政官之一普布利乌斯·瓦莱里乌斯的提议,通过了一项法律,允许遭受贵族压迫的平民向人民大会提出上诉;正是凭借这部法律,而不是靠其他任何东西,你们才使城邦保持了和谐,并击退了来犯的国王们。
τοῦτον δὴ προφερόμενοι τὸν νόμον, ὑπὲρ ὧν ἅπαντες ἀδικεῖσθαί τε καὶ κατισχύεσθαι λέγομεν ὑπὸ Γαΐου Μαρκίου τουδί, καλοῦμεν αὐτὸν ἐπὶ τὸν δῆμον καὶ τὰ δίκαια παραγγέλλομεν ἐκεῖ λέγειν.
我们正是援引这部法律,就我们所有人声称受到眼前的盖乌斯·马尔基乌斯伤害和压迫的事,将他传唤到人民面前,并命令他在那里为自己申辩。
καὶ προβουλεύματος ἐνταῦθʼ οὐκ ἔδει.
在这种情况下,并不需要元老院的预案。
περὶ ὧν γὰρ οὐκ εἰσὶ νόμοι, περὶ τούτων ὑμεῖς τοῦ προβουλεύεσθαι κύριοι καὶ ὁ δῆμος ἐπιψηφίσαι· νόμου δʼ ὄντος ἀκινήτου, κἂν μηδὲν ὑμεῖς προβουλεύσητε, §7.41.3τούτῳ δήπου χρηστέον.
因为对于没有法律规定的事务,你们有权进行预审,而人民有权进行表决;但在有不移之法存在的情况下,即使你们不作任何预案,也理应依此法行事。
οὐ γὰρ δὴ τοῦτό γʼ ἂν εἴποι τις, ὅτι τῶν μὲν ἰδιωτῶν οἷς τὸ μειονεκτεῖν συμβαίνει περὶ τὰς κρίσεις κυρίαν εἶναι δεῖ τὴν ἐπὶ τὸν δῆμον πρόκλησιν, ἡμῖν δὲ τοῖς δημάρχοις ἄκυρον.
因为绝不会有人这样说:对于在审判中遭受不公的普通人,向人民上诉必须是有效的,而对我们护民官来说,它却是无效的。
νόμου μὲν δὴ συγχωρήματι τῷδε ἰσχυριζόμενοι καὶ διὰ τοῦτο παρακινδυνεύσαντες ὑφʼ ὑμῖν γενέσθαι δικασταῖς ἥκομεν.
因此,我们依靠法律的这一特许,并为此冒着接受你们审判的危险来到了这里。
§7.41.4ἐπʼ ἀγράφῳ δὲ καὶ ἀνομοθετήτῳ φύσεως δικαίῳ τόδε ἀξιοῦμεν, ὦ βουλή, μήτε πλέον ἔχειν ὑμῶν μήτε μεῖον, περὶ τὴν ἀπαλλαγὴν τῶν πολέμων πλείστην ἐπιδειξάμενοι προθυμίαν, καὶ τοῦ μηδενὶ τὸ κελευόμενον ποιεῖν τὴν πόλιν, ἀλλʼ αὐτὴν ἑτέροις ἐπιτάττειν τὰ δίκαια, οὐκ ἐλαχίστην μοῖραν παρασχόμενοι.
此外,元老院的议员们,基于自然那未着文字、未立法律的正义,我们要求既不比你们多得,也不比你们少得,因为我们在摆脱战争的过程中表现出了极大的热忱,并且在使城邦不听从任何人的命令、而是由其自身向他人施加正义的事情上,作出了不小的贡献。
§7.41.5οὕτω δʼ ἂν ἡμῖν τὸ μὴ μεῖον ἔχειν τῶν δικαίων ἀποδοίητε, ὦ πατέρες, εἰ τοὺς ἐπιχειροῦντας εἰς τὰ σώματα ἡμῶν καὶ τὴν ἐλευθερίαν παρανομεῖν κωλύοιτε τὸν ἐκ τῆς δίκης ἐφιστάντες αὐτοῖς φόβον.
父亲们,如果你们能阻止那些企图对我们的身体和自由施加不法行为的人,通过审判带来的恐惧来约束他们,那么你们就能将我们在权利上的平等归还给我们。
ἀρχὰς μὲν δὴ καὶ προεδρίας καὶ τιμὰς τοῖς ἀρετῇ καὶ τύχῃ προὔχουσιν ἡμῶν οἰόμεθα δεῖν ἀπονέμειν· τὸ δὲ μηδὲν ἀδικεῖσθαι καὶ τὸ δίκας ὧν ἄν τις πάθῃ προσηκούσας λαμβάνειν ἴσα καὶ κοινὰ τοῖς ἅμα πολιτευομένοις εἶναι δικαιοῦμεν.
我们认为,官职、上席和荣誉应当授予我们当中在德行和运气上杰出的人;但不受任何侵害,并且对所遭受的伤害获得应有的法律惩罚,我们主张这对于共同参与国政的全体公民来说,应当是平等且共同享有的。
§7.41.6ὥσπερ οὖν τῶν λαμπρῶν καὶ μεγάλων ἀφιστάμεθʼ ὑμῖν, οὕτως τῶν ἴσων καὶ κοινῶν οὐ μεθιέμεθα.
因此,正如我们向你们让出显赫和伟大的事物一样,我们绝不放弃平等和共同的事物。
ἱκανὰ ταῦτʼ εἰρήσθω περὶ τοῦ δικαίου πολλῶν ἐνόντων καὶ ἄλλων λέγεσθαι.
关于正义,尽管还有许多其他话可说,但说这些也就足够了。

词汇与语法注释

  1. 1400παρʼ οὐδὲν οὕτως ἕτερον ὡς τὸν νόμον τόνδε — 介词 παρὰ 接宾格表示原因或手段(凭借、由于),与否定比较表达 οὐδὲν οὕτως ἕτερον ὡς(没有其他东西像……那样)结合,形成了强烈的强调,意为“与其说是靠其他任何东西,不如说正是凭借这部法律”。
  2. p.v.3p.61περὶ ὧν γὰρ οὐκ εἰσὶ νόμοι, περὶ τούτων ὑμεῖς τοῦ προβουλεύεσθαι κύριοι — 关系从句 περὶ ὧν ... νόμοι(对于没有法律规定的事务)的先行词被主句中的指示代词 περὶ τούτων(对于这些事务)所先导和强调。属格不定式 τοῦ προβουλεύεσθαι 作为形容词 κύριοι(有权决定……的)的属格补足语。
  3. 1401τοῦ μηδενὶ τὸ κελευόμενον ποιεῖν τὴν πόλιν, ἀλλʼ αὐτὴν ἑτέροις ἐπιτάττειν τὰ δίκαια, οὐκ ἐλαχίστην μοῖραν παρασχόμενοι — 属格冠词不定式 τοῦ ... ποιεῖν ... ἐπιτάττειν 作为目的或原因属格(意为“在……中”或“为了……”),修饰分词短语 οὐκ ἐλαχίστην μοῖραν παρασχόμενοι(作出了不小的贡献)。不定式逻辑上的主语是宾格的 τὴν πόλιν。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.41.1-7.41.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.41.1-7.41.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。