§7.3.1ἐπὶ τῆς ἑξηκοστῆς καὶ τετάρτης ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι Μιλτιάδου Κύμην τὴν ἐν Ὀπικοῖς Ἑλληνίδα πόλιν, ἣν Ἐρετριεῖς τε καὶ Χαλκιδεῖς ἔκτισαν, Τυρρηνῶν οἱ περὶ τὸν Ἰόνιον κόλπον κατοικοῦντες ἐκεῖθέν θʼ ὑπὸ τῶν Κελτῶν ἐξελασθέντες σὺν χρόνῳ, καὶ σὺν αὐτοῖς Ὀμβρικοί τε καὶ Δαύνιοι καὶ συχνοὶ τῶν ἄλλων βαρβάρων ἐπεχείρησαν ἀνελεῖν οὐδεμίαν ἔχοντες εἰπεῖν πρόφασιν τοῦ μίσους δικαίαν ὅτι μὴ
在第六十四届奥林匹亚期,当米尔提亚德在雅典担任执政官时,位于奥皮科伊人土地上的希腊城市库迈(由埃雷特里亚人和哈尔基斯人所建),被居住在爱奥尼亚湾周围、后在时间推移中被凯尔特人驱逐至此的提雷尼亚人,以及与他们在一起的翁布里亚人、达乌尼亚人和许多其他蛮族企图毁灭。
§7.3.2τὴν εὐδαιμονίαν τῆς πόλεως.
他们无法为自己的仇恨说出任何合理的借口,除了这座城市的繁荣。
ἦν γὰρ Κύμη κατʼ ἐκείνους τοὺς χρόνους περιβόητος ἀνὰ τὴν Ἰταλίαν ὅλην πλούτου τε καὶ δυνάμεως ἕνεκα καὶ τῶν ἄλλων ἀγαθῶν γῆν τε κατέχουσα τῆς Καμπανῶν πεδιάδος τὴν πολυκαρποτάτην καὶ λιμένων κρατοῦσα τῶν περὶ Μισηνὸν ἐπικαιροτάτων.
因为当时的库迈因其财富、力量和其它福泽而在整个意大利名声显赫,它占领了坎帕尼亚平原最肥沃的土地,并控制着米塞努姆周边最有利的港口。
τούτοις ἐπιβουλεύσαντες τοῖς ἀγαθοῖς οἱ βάρβαροι στρατεύουσιν ἐπʼ αὐτήν, πεζοὶ μὲν οὐκ ἐλάττους πεντήκοντα μυριάδων, ἱππεῖς δὲ δυεῖν χιλιάδων ἀποδέοντες εἶναι δισμύριοι.
蛮族人觊觎这些福泽,便向她进军,其步兵不少于五十万,骑兵则比两万少两千。
ἐστρατοπεδευκόσι δʼ αὐτοῖς οὐ μακρὰν ἀπὸ τῆς πόλεως τέρας γίνεται θαυμαστόν, οἷον ἐν οὐδενὶ χρόνῳ μνημονεύεται γενόμενον οὔθʼ Ἑλλάδος οὔτε βαρβάρου γῆς οὐδαμόθι.
在他们于离城市不远的地方安营扎寨时,发生了一个惊人的奇迹,这种奇迹在任何时代、无论是在希腊还是在蛮族的土地上都未曾见诸记载。
§7.3.3οἱ γὰρ παρὰ τὰ στρατόπεδα ῥέοντες αὐτῶν ποταμοί, Οὐολτοῦρνος ὄνομα θατέρῳ, τῷ δʼ ἑτέρῳ Γλάνις, ἀφέντες τὰς κατὰ φύσιν ὁδοὺς ἀνέστρεψαν τὰ νάματα καὶ μέχρι πολλοῦ διετέλεσαν ἀπὸ τῶν στομάτων ἀναχωροῦντες ἐπὶ τὰς πηγάς.
因为流经他们营地旁的河流——一名称为沃尔图努斯,另一名称为格拉尼斯——放弃了它们自然流向,扭转了它们的水流,并在很长一段时间内,持续从河口向源头倒流。
§7.3.4τοῦτο καταμαθόντες οἱ Κυμαῖοι τότʼ ἐθάρρησαν ὁμόσε τοῖς βαρβάροις χωρεῖν ὡς τοῦ δαιμονίου ταπεινὰ μὲν τἀκείνων μετέωρα θήσοντος, ὑψηλὰ δὲ τὰ δοκοῦντα εἶναι σφῶν ταπεινά.
得知此事后,库迈人当时便鼓起勇气与蛮族正面交锋,相信神明会将敌人高傲的势头削弱,而将他们自己看似卑微的境地提升。
νείμαντες δὲ τὴν ἐν ἀκμῇ δύναμιν ἅπασαν τριχῇ, μιᾷ μὲν τὴν πόλιν ἐφρούρουν, τῇ δʼ ἑτέρᾳ τὰς ναῦς εἶχον ἐν φυλακῇ, τῇ δὲ τρίτῃ πρὸ τοῦ τείχους ταξάμενοι τοὺς ἐπιόντας ἐδέχοντο.
他们将处于鼎盛时期的全部兵力分为三部分:一部分留守城市,第二部分看守船只,第三部分在城墙前列阵迎击来犯之敌。
τούτων ἱππεῖς μὲν ἦσαν ἑξακόσιοι, πεζοὶ δὲ τετρακισχίλιοι καὶ πεντἀκόσιοι· καὶ οὕτως ὄντες τὸν ἀριθμὸν ὀλίγοι τὰς τοσαύτας ὑπέστησαν μυριάδας.
在这其中,骑兵有六百人,步兵有四千五百人;尽管他们人数如此之少,却抵抗了那成千上万的大军。