Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.37.1-7.37.5

稳定物价的决议与拖延审判的安提乌姆远征

第 539 段,共 962 段 · 希腊语

内容简介

元老院与执政官通过稳定物价的法令以抚慰平民,并企图推迟马尔基乌斯的审判。此后,他们利用安提乌姆人劫持西西里使节的事件发动远征,以此为借口进一步拖延时间,但由于敌人迅速投降,远征在极短时间内便宣告结束。

§7.37.1μετὰ τοῦθʼ οἱ μὲν ὕπατοι συναγαγόντες τὴν βουλὴν ἐσκόπουν ἐφʼ ἡσυχίας, τίς ἂν γένοιτο τῆς παρούσης ταραχῆς λύσις.
此后,执政官召集元老院,在平静中商讨应对眼前混乱的解决办法。
καὶ ἔδοξεν αὐτοῖς πρῶτον μὲν ἀποθεραπεῦσαι τοὺς δημότας, εὐώνους πάνυ καὶ λυσιτελεῖς ποιήσαντας αὐτοῖς τὰς ἀγοράς· ἔπειτα πείθειν τοὺς προεστηκότας αὐτῶν χάριτι τῆς βουλῆς παύσασθαι καὶ μὴ παράγειν τὸν Μάρκιον, εἰ δὲ μὴ πείθοιεν εἰς μακροτάτους ἀναβάλλεσθαι χρόνους, ἕως ἂν μαρανθῶσιν αἱ τῶν πολλῶν ὀργαί.
他们决定,首先通过使市场物价对平民极其低廉且有益来抚慰他们;其次,劝说他们的领袖看在元老院的份上罢手,不要将马尔基乌斯带上法庭,如果无法说服,则将审判推迟到尽可能长的时间,直到大众的怒火平息。
§7.37.2ταῦτα ψηφισάμενοι τὸ μὲν ὑπὲρ τῆς ἀγορᾶς δόγμα εἰς τὸν δῆμον ἐξήνεγκαν καὶ πάντων ἐπαινεσάντων ἐκύρωσαν.
在通过这些决议后,他们将关于市场物价的法令呈报给平民,并在众人一致赞赏下予以确立。
ἦν δὲ τοιόνδε· τὰς τιμὰς εἶναι τῶν ὠνίων τῶν πρὸς τὸν καθʼ ἡμέραν βίον, αἵτινες ἐγένοντʼ ἐλάχισται πρὸ τῆς ἐμφυλίου στάσεως.
其内容如下:日常生命所需的物品价格,应当设定为内乱发生前的最低价格。
παρὰ δὲ τῶν δημάρχων πολλὰ λιπαρήσαντες τὴν μὲν ὁλοσχερῆ πάρεσιν οὐχ εὕροντο, τὴν δʼ εἰς χρόνον ὅσον ἠξίουν ἀναβολὴν ἔλαβον·
至于从护民官那里,他们虽多方恳求,却未能获得完全的撤诉,但赢得了他们所要求的期限的延期。
αὐτοί τε προσεμηχανήσαντο διατριβὴν ἑτέραν ἀφορμῇ τοιᾷδε χρησάμενοι.
他们自己也利用以下契机,策划了另一次拖延。
§7.37.3τοὺς ἐκ Σικελίας ἀποσταλέντας ὑπὸ τοῦ τυράννου πρέσβεις καὶ παρακομίσαντας τῷ δήμῳ τὴν τοῦ σίτου δωρεὰν ἀποπλέοντας οἴκαδε Ἀντιάται πειρατήριον στείλαντες κατήγαγον ἀποσαλεύοντας οὐ πρόσω τῶν λιμένων καὶ τά τε χρήματʼ αὐτῶν ὡς πολεμίων δι’ ὠφελείας ἔθεντο, καὶ τὰ σώματα κατακλείσαντες εἶχον ἐν φυλακῇ.
那些由僭主从西西里派遣、并向平民运送赠送谷物的使节,在乘船回国的途中,安提乌姆人派出了一艘海盗船,在离港口不远的停泊处将他们劫持,并将他们的财物作为敌人的战利品予以没收,还将他们的身体关押在监狱中。
§7.37.4ταῦτα μαθόντες οἱ ὕπατοι ἔξοδον ἐψηφίσαντο ἐπὶ τοὺς Ἀντιάτας, ἐπειδὴ πρεσβευομένοις αὐτοῖς οὐδὲν ἠξίουν τῶν δικαίων ποιεῖν·
执政官得知此事后,决定对安提乌姆人进行征伐,因为在罗马向他们派遣使节时,他们不愿做出任何公正的回应。
καὶ ποιησάμενοι τῶν ἐν ἀκμῇ κατάλογον ἐξῄεσαν ἀμφότεροι, ψήφισμα κυρώσαντες ὑπὲρ ἀναβολῆς τῶν τʼ ἰδίων καὶ τῶν δημοσίων δικῶν, ὅσον ἂν χρόνον ὦσιν ἐν τοῖς ὅπλοις.
于是,他们对处于服役年龄的人进行了征兵登记,两位执政官一同出征,并通过了一项决议,规定在他们全副武装(出征)期间,推迟所有私事及公事诉讼。
§7.37.5ἐγένετο δʼ οὗτος οὐχ ὅσον ὑπέλαβον, ἀλλὰ πολλῷ ἐλάττων.
然而,这段时间并没有他们预想的那么长,而是极其短暂。
οἱ γὰρ Ἀντιάται μαθόντες ἐξεστρατευμένους πανδημεὶ Ῥωμαίους οὐδὲ τὸν ἐλάχιστον ἀντέσχον χρόνον, δεόμενοι δὲ καὶ λιπαροῦντες τά τε σώματα τῶν ἁλόντων Σικελιωτῶν ἀπέδοσαν καὶ τὰ χρήματα, ὥστʼ ἠναγκάσθησαν οἱ Ῥωμαῖοι εἰς τὴν πόλιν ἀναστρέψαι.
因为安提乌姆人得知罗马人举国出征后,连极短的时间都未能抵抗,而是哀求和恳请,不仅归还了被俘西西里人的身体,也归还了财物,以至于罗马人不得不返回城邦。

词汇与语法注释

  1. ¦p.v.3p.56¦ποιήσαντας — 宾格分词 ποιήσαντας 与不定式 ἀποθεραπεῦσαι 的宾格主语(指代元老院和执政官)一致,该不定式由无人称句 ἔδοξεν αὐτοῖς 引导。
  2. §7.37.2τὴν μὲν ὁλοσχερῆ πάρεσιν — 此处的 πάρεσις 意为“完全免除(诉讼)”或“撤诉”,指护民官彻底放弃指控。
  3. §7.37.4πρεσβευομένοις αὐτοῖς — 与格分词 πρεσβευομένοις 指罗马人(或执政官)派遣使节(中动相用法,意为“派使者”),在此作为关系与格,意为“在(罗马人)向他们派遣使节时”。
  4. ¦p.v.3p.57¦ἐγένετο δʼ οὗτος — 阳性指示代词 οὗτος 指代前一节中由 ὅσον ἂν χρόνον 引入的阳性名词 ὁ χρόνος(期间、时间)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.37.1-7.37.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.37.1-7.37.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。