Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.39.1-7.39.3

德基乌斯的建议与元老院宣誓审议的达成

第 541 段,共 962 段 · 希腊语

内容简介

护民官们采纳了德基乌斯的建议,同意由元老院制定预案,但要求议员们在宣誓下进行审议和表决,执政官们对此表示同意。

§7.39.1ταῦτα τῶν ὑπάτων λεγόντων ὁ μὲν Σικίννιος οὐκ ἠνείχετο τῶν λόγων οὐδὲ ἠξίου τὴν βουλὴν οὐδενὸς ποιεῖν κυρίαν· οἱ δὲ τὴν αὐτὴν ἔχοντες ἐξουσίαν ἐκείνῳ Δεκίου γνώμῃ χρησάμενοι συνεχώρουν γενέσθαι τὸ προβούλευμα, δικαίαν τινὰ καὶ αὐτοὶ ποιησάμενοι πρόκλησιν, ἣν οὐχ οἷόν τʼ ἦν μὴ §7.39.2δέξασθαι τοῖς ὑπάτοις.
当执政官们说这些话时,西基尼乌斯无法容忍这些言论,也不主张让元老院掌握任何决定权;然而,其他拥有与他同等权力的护民官则采纳了德基乌斯的意见,同意制定这项预案,同时他们自己也提出了一项公正的要求,这是执政官们无法不接受的。
ἠξίουν γὰρ τοὺς βουλευτὰς λόγον ἀποδόντας αὐτοῖς τε τοῖς ὑπὲρ τοῦ δήμου πράττουσι καὶ τοῖς συναγορεύειν ἢ τἀναντία λέγειν βουλομένοις, ἐπειδὰν ἀκούσωσιν ἁπάντων τῶν βουλομένων, ὅ τι ἂν αὐτοῖς φανῇ δίκαιόν τε καὶ τῷ κοινῷ συμφέρον ἀποφήνασθαι, φέρειν δὴ τὴν γνώμην ἅπαντας ὥσπερ ἐν δικαστηρίῳ τὸν νόμιμον ὅρκον ὀμόσαντας· ὅ τι δʼ ἂν αἱ πλείους γνῶμαι καθαιρῶσι, τοῦτʼ εἶναι κύριον.
因为他们要求元老院议员们,在向代表平民行事的人们以及那些愿意支持或提出相反意见的人们提供发言机会之后,在听取了所有愿意发言的人的意见后,表明他们认为公正且符合公共利益的任何主张,并且所有人都要像在法庭上一样宣读法定誓言,然后投下自己的赞成或反对票;而多数人的意见所决定的,就是具有法律效力的。
§7.39.3συγχωρησάντων δὲ τῶν ὑπάτων ὥσπερ ἠξίουν οἱ δήμαρχοι τὸ προβούλευμα γενέσθαι, τότε μὲν διελύθησαν·
执政官们同意按照护民官的要求制定预案后,当时他们便散会了。
τῇ δὲ κατόπιν ἡμέρᾳ παρῆν μὲν εἰς τὸ συνέδριον ἡ βουλή· οἱ δʼ ὕπατοι δηλώσαντες αὐτῇ τὰ συγκείμενα τοὺς δημάρχους ἐκάλουν, καὶ περὶ ὧν ἥκουσιν ἐκέλευον λέγειν.
次日,元老院议员们出席了会议;执政官们向元老院说明了约定好的事宜,随后召见护民官,并要求他们就来意发表意见。
παρελθὼν δʼ ὁ Δέκιος ὁ συγχωρήσας τὸ προβούλευμα γενέσθαι τοιούτοις ἐχρήσατο λόγοις.
同意制定预案的德基乌斯便上前,发表了如下讲话。

词汇与语法注释

  1. 7.39.1ἣν οὐχ οἷόν τʼ ἦν μὴ δέξασθαι — 由无人称可能表达 οὐχ οἷόν τ' ἦν(不可能)与不定式 δέξασθαι 构成,中间插入否定词 μή 的双重否定句。表示强烈的必然性(“不可能不接受”,即“不得不接受”)。先行词为阴性名词 πρόκλησιν(要求、对抗提案)。此外,里程碑分界线位于 μὴ 与 δέξασθαι 之间。
  2. 7.39.2ἠξίουν γὰρ τοὺς βουλευτὰς ... φέρειν ... εἶναι — 由主动词 ἠξίουν(要求)引导的长大宾格加不定式(Acl)结构。宾格主语为 τοὺς βουλευτὰς(议员们),其后接分词 λόγον ἀποδόντας(在给予发言权后)和 ὀμόσαντας(在宣誓后),进而引出起主要动词作用的不定式 φέρειν(投下选票)。此外,随后的 τοῦτ' εἶναι κύριον 中的 εἶναι 同样是由 ἠξίουν 支配的宾格加不定式结构的一部分(或间接引语中的不定式),构成了这一系列要求的内容。
  3. 7.39.2ὅ τι δʼ ἂν αἱ πλείους γνῶμαι καθαιρῶσι — 带虚拟语气 καθαιρῶσι 的条件性关系从句。动词 καθαιρέω 原意为“下拉”、“摧毁”,但在法庭或表决的语境中,此处被隐喻性地用作专门术语,意为“通过投票决定、支持、确定”。主语是 αἱ πλείους γνῶμαι(过半数意见、多数票)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.39.1-7.39.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.39.1-7.39.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。