Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.34.1-7.34.5

西基尼乌斯的敦促与马尔基乌斯的傲慢反驳

第 536 段,共 962 段 · 希腊语

内容简介

护民官西基尼乌斯敦促马尔基乌斯向平民辩护并平息民愤,但马尔基乌斯态度极其傲慢,拒绝承认其裁判权,并激烈抨击平民与护民官。

§7.34.1εἰπὼν δὲ ταῦτα καὶ δόξας μέτριος ὀργὴν εἶναι καὶ διαλλακτικὸς ἐπιστρέφει πρὸς τὸν Μάρκιον παρεστηκότα τοῖς ὑπάτοις καὶ λέγει· σὺ δέ, τί οὐκ ἀπολογῇ πρὸς τοὺς σαυτοῦ πολίτας, ὦ γενναῖε, περὶ ὧν εἶπας ἐν τῇ βουλῇ;
说完这些话,并且显得在愤怒中颇为温和且易于和解之后,他转面向着站在执政官身旁的马尔基乌斯说道:“而你,高贵的人啊,你为什么不向你自己的公民们就你在元老院所说的话进行辩护呢?
μᾶλλον δὲ τί οὐκ ἀντιβολεῖς καὶ παραιτῇ τὰς ὀργὰς αὐτῶν, ἵνα μετριωτέραν ἐπιθῶσί σοι ζημίαν;
或者更确切地说,你为什么不恳求他们并平息他们的愤怒,以便他们对你施加较温和的惩罚?
ἀρνεῖσθαι μὲν γὰρ οὐκ ἂν ἀξιώσαιμί σε τοσούτων ἀνδρῶν εἰδότων οὐδʼ εἰς ἀναισχύντους καταφεύγειν ἀπολογίας, Μάρκιον ὄντα καὶ φρόνημα μεῖζον ἢ κατʼ ἰδιώτην ἔχοντα· εἰ μὴ ἄρα τοῖς μὲν ὑπάτοις καὶ τοῖς πατρικίοις καλῶς ἔχει πείθειν ὑπὲρ σοῦ τὸν δῆμον, σοὶ δʼ οὐκ ἄρα καλῶς ἕξει ταὐτὸ §7.34.2τοῦτο περὶ σεαυτοῦ ποιήσαντι;
因为在如此多的人都知情的情况下,我不认为你会自降身份去否认它,或者逃避到无耻的辩白中去,因为你是马尔基乌斯,并且拥有超越普通私人的高昂志气——除非,对执政官和贵族们来说,替你向平民说情是合适的,但对你而言,自己做同样的事情来为自己辩护却是不合适的?
ταῦτα δʼ ἔλεγεν οὐκ ἀγνοῶν, ὅτι μεγαλόφρων ἀνὴρ οὐχ ὑπομενεῖ κατήγορος ἑαυτοῦ γενόμενος ὡς ἡμαρτηκὼς ἄφεσιν αἰτεῖσθαι τῆς τιμωρίας, οὐδʼ εἰς ὀλοφυρμοὺς καὶ δεήσεις καταφεύξεται παρὰ τὸν ἑαυτοῦ τρόπον, ἀλλʼ ἤτοι καὶ τὸ παράπαν ἀπαξιώσει τὴν ἀπολογίαν, ἢ τὴν ἔμφυτον αὐθάδειαν φυλάττων οὐθὲν ὑποθωπεύσει τὸν δῆμον μετριάσας περὶ τοὺς λόγους· ὅπερ καὶ συνέβη.
”他之所以说这些,并不是不知道,一个志气高昂的人绝不能容忍自己成为自己的控告者,并像犯了错一样请求免除惩罚,也不会违背自己的天性去诉诸哀求和乞怜,而是要么完全拒绝辩护,要么保持他天生的傲慢,绝不通过放低言辞来讨好平民;而事实也正是如此。
§7.34.3γενομένης γὰρ ἡσυχίας καὶ πολλῆς ἐμπεσούσης ὀλίγου δεῖν πᾶσι τοῖς δημοτικοῖς προθυμίας ἀπολύειν αὐτόν, εἰ τὸν παρόντα θεραπεύσειε καιρόν, τοιαύτην αὐθάδειαν ἐπεδείξατο λόγων, καὶ τοσοῦτον αὐτῶν κατεφρόνησεν, ὥστε παρελθὼν ἔξαρνος μὲν ὑπὲρ οὐθενὸς ἦν τῶν πρὸς τὴν βουλὴν εἰρημένων κατὰ τοῦ πλήθους, οὐδʼ ὡς μεταγινώσκων ἐπʼ αὐτοῖς εἰς οἴκτους καὶ παραιτήσεις ἐτρέπετο· ἀρχὴν δʼ οὐδὲ δικασταῖς αὐτοῖς ἠξίου χρῆσθαι περὶ οὐδενὸς πράγματος, ὡς οὐδεμίαν ἔχουσιν ἐξουσίαν νόμιμον· εἰ δὲ βουλήσεταί τις ἐπὶ τῶν ὑπάτων αὐτοῦ κατηγορεῖν εἴτʼ ἔργων εὐθύνας ἀπαιτῶν εἴτε λόγων, §7.34.4ἔνθα νόμος ἐστὶν ἕτοιμος εἶναι δίκην ὑπέχειν.
因为当全场安静下来,且几乎所有平民心中都升起强烈的渴望,只要他能善加利用当前的良机,就打算宣告他无罪时,他却在言辞中表现出如此的傲慢,并如此地藐视他们,以至于他走上前去,不仅没有否认在元老院中所说的任何反对群众的话,也没有像后悔似地转向哀怜和表白;他甚至根本不屑于在任何事情上将他们当作裁判官,认为他们没有任何合法的权力;但如果有人愿意在执政官面前控告他,无论是要求对他的行为还是言辞进行审查,在法律存在的地方,他表示自己准备好接受审判。
παρεληλυθέναι δὲ πρὸς τοὺς δημότας ἔλεγεν, ἐπειδὴ καλοῦσιν αὐτοί, τὰ μὲν ἐπιτιμήσων ταῖς παρανομίαις αὐτῶν καὶ πλεονεξίαις, αἷς ἐχρήσαντο περί τε τὴν ἀπόστασιν καὶ μετὰ τὴν κάθοδον· τὰ δὲ συμβουλεύσων ἐπισχεῖν ἤδη ποτὲ καὶ συστεῖλαι τὰς ἀδίκους ἐπιθυμίας.
他说自己来到平民面前,是因为他们自己召唤他,一方面是为了指责他们在离反期间及返回之后所表现出的不法行为和贪欲,另一方面是为了劝告他们如今终于应该克制并收敛他们不义的欲望。
§7.34.5καὶ μετὰ τοῦτʼ ἐπιστρεφῶς πάνυ καὶ θρασέως ἁπάντων αὐτῶν καθήπτετο καὶ μάλιστα τῶν δημάρχων.
在此之后,他极其严厉且大胆地抨击了他们所有人,尤其是护民官们。
προσῆν δʼ αὐτοῦ τοῖς λόγοις οὐχ ὡς πολίτου δῆμον ἀναδιδάσκοντος εὐλόγιστος αἰδώς, οὐδʼ ὡς ἰδιώτου πολλοῖς ἀπεχθομένου σώφρων εὐλάβεια πρὸς τὰς τοῦ κρατοῦντος ὀργάς, ἀλλʼ ὡς ἐχθροῦ προπηλακίζοντος ἀδεῶς τοὺς ὑπὸ χεῖρας ἄκρατός τις χολὴ καὶ βαρεῖα τοῦ κακῶς πάσχοντος ὑπεροψία.
他的言辞中没有一个教导平民的公民所应有的通情达理的敬畏,也没有一个被众人憎恨的私人面对统治者的愤怒时所应有的审慎戒备,反而像是一个毫无畏惧地辱骂手下之人的敌人,带着一种纯粹的愤怒和对受苦之人的沉重蔑视。

词汇与语法注释

  1. 1385ποιήσαντι — 与格分词,与前方的代词 `σοί` 一致,表示条件状语(“如果你做……”)。它修饰 `καλῶς ἕξει`,构成反问句:“如果你为自己做同样的事,难道对你而言就不合适了吗?”
  2. p.v.3p.51οὐκ ἀγνοῶν — 双重否定表达(`οὐκ` 与 `ἀγνοῶν`,“并非不知道”),以此强调强烈的肯定语气(“深知”、“完全清楚”)。
  3. 1386ὀλίγου δεῖν — 无人称的惯用短语,意为“几乎”、“差一点”。此处修饰 `πᾶσι`(所有人),表示“几乎所有的平民”。
  4. 1386ἀρχὴν — 名词单数宾格的副词性用法,与否定词 `οὐ慢`(此处为 `οὐδέ`)连用,表示强烈的绝对否定:“根本不”、“甚至起初就不”。
  5. 1387τοῦ κακῶς πάσχοντος — 由现在分词 `πάσχοντος` 与副词 `κακῶς` 构成的属格短语。此处充当宾格性属格(客体属格),表示马尔基乌斯对“受苦者(即平民)的”蔑视(`ὑπεροψία`)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.34.1-7.34.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.34.1-7.34.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。